On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Τῶν δὲ κατὰ συστήματα γεγραμμένων τὰ μέν ἐστι κατὰ σχέσιν, τὰ δὲ ἀπολελυμένα, τὰ δὲ μετρικὰ ἄτακτα, τὰ δὲ ἐξ ὁμοίων, τὰ δὲ μικτὰ συστηματικά, τὰ δὲ κοινὰ συστηματικά· περὶ ὧν ἐροῦμεν.

Κατὰ σχέσιν μὲν οὖν ἐστι, ἃ δουλεύων ἀνταποδόσει καὶ ἀνακυκλήσει ὁ ποιητὴς γράφει.

Ἀπολελυμένα δέ, ἅ εἰκῆ γέγραπται καὶ ἄνευ μέτρου

ὡρισμένου, οἷοί εἰσιν οἱ νόμοι οἱ κιθαρῳδικοὶ ὶμοθέου.

Μετρικὰ δὲ ἄτακτά ἐστιν, ἅπερ μέτρῳ μὲν γέγραπταί τινι, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν, οἷόν ἐστι τὸ τοῦ Σιμωνίδου ἐπίγραμμα (188)

Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην, οὐ πλάτεϊ νικῶν σώματος, ἀλλὰ τέχνᾳ, Ἀριστόδαμος Θράσυος Ἀλεῖος πάλᾳ.
τοιοῦτός ἐστι καὶ ὁ Μαργίτης Ὁμήρου· οὐ γὰρ τεταγμένῳ ἀριθμῷ ἐπῶν τὸ ἰαμβικὸν ἐπιφέρεται.

Ἐξ ὁμοίων δέ ἐστιν, ἅπερ ὑπὸ ποδὸς ἢ συζυγίας ἤ περιόδου καταμετρεῖται ἄνευ ἀριθμοῦ τινὸς ὡρισμένου· ὡς ἐὰν τεταγμένος ἀριθμὸς ᾖ, οὐκ ἔστιν ἐξ ὁμοίων, ἀλλὰ κατὰ σχέσιν, ὡς ἐν τῷ παρʼ Ἀλκαίῳ ᾄσματι (59), οὗ ἡ ἀρχή

ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.
ἄπειρος μὲν γάρ τις ὢν φήσειεν ἂν αὐτὸ ἐξ ὁμοίων εἶναι, ἐξ ἰωνικῆς ἀπʼ ἐλάσσονος συζυγίας καταμετρούμενον, ἡμεῖς δέ, ἐπεὶ κατὰ δέκα ὁρῶμεν αὐτὸ συζυγίας καταμετρούμενον, κατὰ σχέσιν αὐτὸ γεγράφθαι φαμέν. διόπερ καὶ τὰ μονοστροφικὰ ἄσματα δέκα ὄντα συζυγιῶν οὕτω πεποιῆσθαι νομίζομεν. Ἔστι δέ τινα
καὶ ἐξ ὁμοίων πεποιημένα, οἷον τὰ Ἑρμείου, παιωνικὰ ὄντα,
ἑπτά μοι δὶς τριάκοντα βασιλεὺς σχεδόν
καὶ τὰ ἑξῆς.

Ὑπολείπεται δὲ ἡμῖν περί τε τῶν μικτῶν συστηματικῶν εἰπεῖν καὶ τῶν κοινῶν συστηματικῶν. λέγομεν τοίνυν ὅτι μικτὰ μέν ἐστι συστηματικά, ὥσπερ εἴ τις τὴν πρώτην ᾠδὴν ἐν τῷ πρώτῳ Ἀλκαίου καὶ τὴν δευτέραν συνάψειε, συστηματικῆς οὔσης αὐτῶν ἑκατέρας.

Κοινὰ δέ ἐστι συστηματικὰ τὰ δύο εἴδεσιν ὑποπεπτωκότα, οἷον συμβέβηκεν ἐπὶ τοῦ (Alc. 59)

ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν·
ἄπειρος μὲν γὰρ ὢν τις τῆς τοῦ ποιητοῦ προθέσεως ἐξ ὁμοίων φήσειεν ἂν εἶναι τὸ ᾆσμα, ὁ δὲ ἔμπειρος κατὰ σχέσιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν