On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Στίχος ἐστὶ ποσὸν μέγεθος μέτρου, ὅπερ οὔτε ἔλαττόν ἐστι τριῶν συζυγιῶν οὔτε μεῖζον τεσσάρων. τὸ
δὲ ἔλαττον ὂν τριῶν συζυγιῶν, ἐὰν μὲν πλήρεις ἔχῃ τὰς συζυγίας, ἀκατάληκτόν ἐστι καὶ καλεῖται κῶλον, ἐὰν δέ τι ἐλλείπῃ, κόμμα.

Σύστημα δέ ἐστι μέτρων συναγωγή, ἤτοι δύο ἢ πλειόνων, ἢ ὁμοίων ἢ ἀνομοίων· ἀνομοίων μέν, ὡς τὰ ἐλεγεῖα ἑξαμέτρου γάρ ἐστι πρὸς πεντάμετρον κοινωνία· καὶ οἱ ἐπῳδοί· τὸ δὲ ἐξ ὁμοίων, ὡς τὸ δεύτερον Σαπφοῦς, ὡς προϊόντες δείξομεν.

Ὄντων δὴ τούτων τῶν ἀνωτάτω γενῶν, κατὰ τὴν τούτων μεῖξιν ὑφίσταται τά τε μεικτὰ γενικὰ προσαγορευόμενα καὶ τὰ κοινὰ συστηματικά.

Καὶ μικτὰ μὲν γενικά, ὡς αἱ τραγῳδίαι καὶ αἱ παλαιαὶ κωμῳδίαι· μέρος μὲν γὰρ τούτων γέγραπται κατὰ στίχον, μέρος δὲ κατὰ σύστημα.

Κοινὰ δὲ συστηματικά, ἅπερ καὶ ὁ κατὰ στίχον γεγράφθαι φάσκων ὑγιῶς ἂν λέγοι καὶ ὁ κατὰ σύστημα, ὡς τὸ δεύτερον καὶ τρίτον Σαπφοῦς. διὰ μὲν γὰρ τὸ ἐν τοῖς παλαιοῖς ἀντιγράφοις κατὰ δύο ὁρᾶν παραγεγραμμένον ἕκαστον ᾆσμα, καὶ ἔτι διὰ τὸ μηδὲν εὑρίσκεσθαι ἀριθμοῦ περιττοῦ, κατὰ συστήματα νομίζομεν αὐτὰ γεγράφθαι· πάλιν δέ, τῷ ὅμοιον ἑκάτερον εἶναι τῶν ἐν τῇ δυάδι στίχων, καὶ τῷ δύνασθαι τὴν ποιήτριαν κατὰ τύχην τινὰ ἀρτίου πάντα ἀριθμοῦ πεποιηκέναι, φαίη τις ἂν κατὰ στίχον αὐτὰ γεγράφθαι.

Δεδειγμένου δὲ ἡμῖν τί τέ ἐστι στίχος, καὶ τί

κόμμα καὶ τί κῶλον καὶ τί σύστημα, ὅμως παρέντες ἡμεῖς τὴν τοιαύτην ἀκριβολογίαν καὶ ταῦτα, καίπερ κατὰ κόμμα γεγραμμένα, κατὰ στίχον γεγράφθαι φαμέν· (Callim. 118)
ἡ παῖς ἡ κατάκλειστος, τὴν οἵ φασι τεκόντες εὐναίους ὀαρισμοὺς ἔχθειν ἶσον ὀλέθρῳ.