Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· — περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ (fr. lyr. adesp. 69)

ἱστοπόνοι μείρακες,
τρίμετρα δὲ (fr. lyr. adesp. 70)
οὐδὲ λεόντων σθένος οὐδὲ τροφαί,
τετράμετρα δὲ (fr. lyr. adesp. 71)
αἳ Κυθερήας ἐπιπνεῖτ’ ὄργια λευκωλένου.
ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι, ἀπρεπέστερά ἐστι. —

(2) Τὰ δὲ εἰς τὸν ἀμφίβραχυν ἢ βακχεῖον· οἷον δίμετρα μὲν τὰ ἐξ Αἰολοσίκωνος Ἀριστοφάνους (10)

οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοτ’ ἄνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι λαμβανόμεσθ’ ὑπ’ αὐτῶν.
τρίμετρα δὲ οἷον τὸ Ἀνακρέοντος (31)
δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν·
τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, οἷα ταυτὶ τὰ Σαπφοῦς (60)
δεῦτέ νυν ἁβραὶ Χάριτες καλλίκομοί τε Μοῖσαι.

(3) Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβικῆς (Anacr. 24)

ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις.
πολὺ δ’ ἐστὶ καὶ τὸ πρὸς τῇ κατάκλειδι τὴν δευτέραν συζυγίαν ἰαμβικὴν ἔχον, οἷόν ἐστι παρὰ μὲν Ἀνακρέοντι (23)
ἐκ ποταμοῦ ᾽πανέρχομαι πάντα φέρουσα λαμπρά,
παρὰ δὲ Ἀριστοφάνει ἐν Ἀμφιάρεῳ (30)
οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν.

(4) Καὶ τῷ πενταμέτρῳ δὲ Καλλίμαχος ὅλον ποίημα τὸν Βράγχον συνέθηκε (36)

δαίμονες εὐυμνότατοι Φοῖβέ τε καὶ Ζεῦ Διδύμων γενάρχαι.
Φίλικος δὲ ὁ Κερκυραῖος, εἷς ὢν τῆς Πλειάδος, ἑξαμέτρῳ συνέθηκεν ὅλον ποίημα
τῇ χθονίῃ μυστικὰ Δήμητρί τε καὶ Φερσεφόνῃ καὶ Κλυμένῳ τὰ δῶρα.
τοῦτο δὲ καὶ ἀλαζονεύεται εὑρηκέναι Φίλικος λέγων
καινογράφου συνθέσεως τῆς Φιλίκου, γραμματικοί, δῶρα φέρω πρὸς ὑμᾶς·
ψεύδεται δέ· πρὸ γὰρ αὐτοῦ Σιμμίας ὁ Ῥόδιος ἐχρήσατο ἔν τε τῷ Πελέκει
Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ,
κἀν ταῖς Πτέρυξιν
λεύσσετε τὸν γᾶς τε βαθυστέρνου ἄνακτ’ Ἀκμονίδαν τ’ ἄλλυδις ἑδράσαντα,
πλὴν εἰ μὴ ἄρα ὁ Φίλικος οὐχ ὡς πρῶτος εὑρηκὼς τὸ μέτρον λέγει, ἀλλ’ ὡς πρῶτος τούτῳ τῷ μέτρῳ τὰ ὅλα ποιήματα γράψας.