Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον, ἀνάπαιστον, σπανίως δὲ καὶ προκελευματικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. Εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἓξ κατὰ συζυγίαν διαιρουμένου· ὑπερκατάληκτος εἰς δισύλλαβον, ὑπερκατάληκτος εἰς συλλαβήν, ἀκατάληκτος, καταληκτικὴ εἰς δισύλλαβον, καταληκτικὴ εἰς συλλαβήν, βραχυκατάληκτος.

(2) Ἐπισημότατον δὲ ἐν αὐτῷ ἐστι τὸ τετράμετρον

καταληκτικὸν εἰς συλλαβήν, τὸ καλούμενον Ἀριστοφάνειον (Nub. 962)
ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο·
κέκληται δὲ Ἀριστοφάνειον οὐκ Ἀριστοφάνους αὐτὸ εὑρόντος πρώτου, ἐπεὶ καὶ παρὰ Κρατίνῳ ἐστί (220)
χαίρετε δαίμονες οἱ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης,
ἀλλὰ διὰ τὸ τὸν Ἀριστοφάνην πολλῷ αὐτῷ κεχρῆσθαι·

(3) καὶ πρὸ Κρατίνου παρ’ Ἐπιχάρμῳ, ὃς καὶ ὅλα δύο δράματα τούτῳ τῷ μέτρῳ γέγραφε, τούς τε Χορεύοντας καὶ τὸν Ἐπίνικον. Ἀριστόξενος δὲ ὁ Σελινούντιος Ἐπιχάρμου πρεσβύτερος ἐγένετο ποιητής (οὗ καὶ αὐτὸς Ἐπίχαρμος (88) μνημονεύει ἐν Λόγῳ καὶ Λογίνᾳ.

οἱ τοὺς ἰάμβους καὶ τὸν † ἄριστον τρόπον, ὃν πρᾶτος εἰσηγήσαθ’ Ὡριστόξενος) καὶ τούτου τοίνυν τοῦ Ἀριστοξένου μνημονεύεταί τινα
τούτῳ τῷ μέτρῳ γεγραμμένα (CGF p. 87)
τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; τοὶ μάντεις·

(4) τὸ μέντοι τὸν σπονδεῖον ἔχον, ἀλλὰ μὴ τὸν ἀνάπαιστον παραλήγοντα εἰσὶν οἳ Λακωνικὸν καλοῦσι, προφερόμενοι παράδειγμα τὸ

ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι ποτὶ τὰν Ἄρεως κίνασιν·
ὅτι μέντοι καὶ ἐν τῷ Ἀριστοφανείῳ καλουμένῳ ἀδιαφόρως εὑρίσκεται ὁ παραλήγων ἀνάπαιστος ἢ σπονδεῖος, δηλώσει Κρατῖνος· εἰς γὰρ τοὺς Ὀδυσσέας εἰσβάλλων (138) τούτῳ τῷ μέτρῳ ἐχρήσατο
τίνες αὖ πόντον κατέχουσ’ αὖραι; νέφος οὐράνιον τόδ’ ὁρῶμαι,
ἐποίησε δέ τινα στίχον καὶ σπονδείῳ τῷ παραλήγοντι κεχρημένον (139)
ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ.
Περὶ μὲν οὖν τοῦ τετραμέτρου ταῦτα.

(5) Τῷ δὲ τριμέτρῳ Σιμίας ὁ Ῥόδιος ὅλον ποιημάτιον ἔγραψεν

Ἱστία ἁγνά, ἀπ’ ἐϋξείνων μέσα τοίχων.

(6) Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι

πότε δ’ Ἄρτεμις οὐκ ἐχόρευσεν
(paroem. Gr. ed. Leutsch II p. 229) ―
καὶ κόρκορος ἐν λαχάνοισιν
(paroem. Gr. I p. 100. 257) ―, ἀλλὰ παροιμίαι εἰσὶ καὶ ἐπικαὶ καὶ ἰαμβικαὶ καὶ οὐ τούτου τοῦ μέτρου μόνου· ὥστ’ οὐκ εἰκότως αὐτὸ
μόνον παροιμιακὸν καλοῦσι. Κρατῖνος δὲ ἐν Ὀδυσσεῦσι (144) συνεχεῖ αὐτῷ ἐχρήσατο·
σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι, πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ.

(7) Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ (79)

Ἐρασμονίδη Χαρίλαε
ἑφθημιμερές ἐστιν ἀναπαιστικόν· ἐχρήσατο δὲ τῷ πρώτῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ (Archil. 82)
Δήμητρί τε χεῖρας ἀνέξων,
ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆσθαι δοκεῖ (79, 2)
ἐρέω πολὺ φίλταθ’ ἑταίρων
καὶ (80)
φιλέειν στυγνόν περ ἐόντα·
ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα.

(8) Τῷ δὲ ἀναπαιστικῷ ὑποστέλλοιτο ἂν καὶ τὸ προκελευματικὸν ὑπ’ ἐνίων καλούμενον, οἷον τὸ τετράμετρον τοῦτο τὸ Ἀριστοφάνειον (Aristoph. fr. 698)

τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν·
[γίνεται γὰρ, ἑκάστου τῶν πρώτων τριῶν ποδῶν ἀναπαίστων λελυμένων εἰς τὸν προκελευματικόν, δίμετρον ἀκατάληκτον ἀναπαιστικόν·] τινὲς δὲ αὐτὸ κατὰ πόδα διαιροῦντες πυρριχιακὸν καλοῦσι· τοῖς δὲ χαριεστέροις δοκεῖ ἀναπαιστικὸν εἶναι, ἀντὶ ἑκάστου ἀναπαίστου προκελευματικοῦ παραλαμβανομένου ἐπὶ τῶν ἄλλων χωρῶν, ἐπὶ δὲ τῆς τελευταίας φυλαττομένου αὐτοῦ καθαροῦ καὶ μὴ λελυμένου.

(9) Ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν, οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον περαιούμενον, οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. καλεῖται μὲν οὖν Ἀρχεβούλειον ἀπὸ Ἀρχεβούλου τοῦ Θηβαίου ποιητοῦ χρησαμένου αὐτῷ κατακόρως· γέγραπται δὲ καὶ Καλλιμάχῳ (146)

ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ’ ἀείδειν·
τοῦτο μὲν οὖν ἀπὸ ἀναπαίστου· ἀπὸ δὲ σπονδείου (146ᵇ)
νύμφα, σὺ μὲν ἀστερίαν ὑπ’ ἄμαξαν ἤδη,
ἀπὸ δὲ ἰάμβου (146ᶜ)
φιλωτέρα ἄρτι γάρ οἱ Σικελὰ μὲν Ἔννα.
τοὺς δὲ μετὰ τὸν πρῶτον πόδα τρεῖς οἱ μὲν ἐν συνεχείᾳ γράψαντες τὸ μέτρον πάντως ἀναπαίστους ἐφύλαξαν, Ἀλκμὰν δέ που καὶ σπονδείους παραλαμβάνει.