Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους

τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. Καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δὲ ὅτε καὶ τρίβραχυν· [καὶ] ἐὰν δὲ ᾗ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλήγοντα τετράσημον ἔχειν.

(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ καταληκτικά· δίμετρον μὲν καταληκτικὸν τὸ καλούμενον Εὐριπίδειον ἢ Ληκύθιον, οἷόν ἐστι (Eur. Phoen. 239 sq.)

νῦν δέ μοι πρὸ τειχέων θούριος μολὼν Ἄρης·
τρίμετρον δὲ καταληκτικόν, οἷόν ἐστι τὸ Ἀρχιλόχου (99), ὅ τινες ἀκέφαλον ἰαμβικὸν καλοῦσι,
Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην.
τετράμετρον δὲ καταληκτικὸν οἷον (Archil. 60)
Ἐρξίη πῆ δηῦτ’ ἄνολβος ἀθροΐζεται στρατός.
τοῦτο δὲ τὸ τετράμετρον γίνεται καὶ χωλὸν τοῦ παρατελεύτου ποδὸς σπονδείου γενομένου, οἷόν ἐστι καὶ τὸ (Hipp. 78)
Μητροτίμῳ δηῦτέ με χρὴ τῷ σκότῳ δικάζεσθαι.
καὶ τῷ πενταμέτρῳ δὲ καίπερ ὄντι ὑπερμέτρῳ πολλοὺς
κεχρῆσθαι συμβέβηκεν, οἷόν ἐστι καὶ τὸ Καλλιμάχου (115)
ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου

(3) Ἔστι δὲ ἐν αὐτῷ ἐπίσημον καὶ τὸ δίμετρον βραχυκατάληκτον, τὸ καλούμενον Ἰθυφαλλικόν· ᾧ πρῶτος μὲν Ἀρχίλοχος κέχρηται, συζεύξας αὐτὸ δακτυλικῷ τετραμέτρῳ οὕτως (Arch. 100)

οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη.
οἱ δὲ μετὰ ταῦτα καὶ ἐπήγαγον αὐτὸ ἰαμβείῳ, ὥσπερ ὁ Καλλίμαχος (117)
Ἑρμᾶς ὅ περ Φεραῖος αἰνείων θεός ἔμμι τῶ φυγαίχμα.

(4) ὁμοίως δὲ καὶ τὸ τετράμετρον βραχυκατάληκτόν ἐστιν ἐπίσημον, οἷον (fr. com. an. 39)

οὐδ’ Ἀμειψίαν ὁρᾶτε πτωχὸν ὄντ’ ἐφ’ ὑμῖν·
καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρόν ἐστιν ἔνδοξον, οἷον τουτὶ τὸ Ἀνακρέοντος (76)
κλῦθί μευ γέροντος εὐέθειρα χρυσόπεπλε κούρα.
Τὰ μὲν οὖν ἐπισημότατα ἐν αὐτῷ ταῦτά ἐστι.

(5) Τῷ δὲ δακτύλῳ τῷ κατὰ τὰς περιττὰς ἐμπίπτοντι χώρας ἥκιστα οἱ ἰαμβοποιοὶ ἐχρήσαντο ποιηταί, σπανίως δὲ καὶ οἱ τραγικοί, οἱ δὲ κωμικοὶ συνεχῶς ὥσπερ καὶ ἐν τῷ ἰαμβικῷ τῷ ἐπὶ τῆς ἀρτίου ἀναπαίστῳ· ἑκάτερον γὰρ ἄλογον· οὔτε γὰρ ἐν τῷ ἰαμβικῷ ἐχρῆν ἀνάπαιστον ἐπὶ τῆς ἀρτίου χώρας, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ λύσις ἐστὶν ὁ ἀνάπαιστος, οὔτε ἐν τῷ τροχαϊκῷ ἐπὶ τῆς περιττῆς τὸν δάκτυλον, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ ὁμοίως λύσις ὁ δάκτυλος.

(6) Ἔτι μέντοι καὶ ἐν τοῖς καταληκτικοῖς καὶ ὁ τρίβραχυς ἐγχωρεῖ, καθάπερ προειρήκαμεν, οὐ μόνον ὁ τροχαῖος, ὥς τινες οἴονται· παράδειγμα τόδε (fr. com. an. 38)

τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ·
τῆς γὰρ κατάκλειδος οὔσης ͞͞͞ἀ͞π͞ο͞φ͞α͞ν͞ῶ δῆλον ὡς ὁ παρακείμενος πούς ἐστιν ͞α͞π͞ο͞φ͞α, τρίβραχυς ὡς προείρηται.