Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περισσὰς χώρας [τουτέστι πρώτην, τρίτην, πέμπτην] ἴαμβον, τρίβραχυν, καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρτίους [τουτέστι δευτέραν, τετάρτην, ἕκτην] ἴαμβον καὶ τρίβραχυν καὶ ἀνάπαιστον· τοῦτον δὲ παρὰ

τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς σπανιώτερον. Ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον δέχεται μόνον ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ― ἢ σπανίως τρίβραχυν ―, ὥστε γίνεσθαι τὴν κατάκλειδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον.

(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ ἀκατάληκτα μὲν δίμετρα, οἷον τὰ Ἀνακρεόντεια ὅλα ἄσματα γέγραπται (89)

ἐρῶ τε δηῦτε κοὐκ ἐρῶ καὶ μαίνομαι κοὐ μαίνομαι·
τρίμετρα δὲ (Anacr. 84)
ἔστε ξένοισι μειλίχοις ἐοικότες
τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56)
ἔστε ξένοισι μειλίχοις ἐοικότες
τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56)
δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι.

(3) Καταληκτικὸν δὲ δίμετρον τὸ καλούμενον Ἀνακρεόντειον οἷον (Anacr. 92)

ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω·
τρίμετρον δὲ οἷον τὸ Ἀρχιλόχου (116)
ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ·
τετράμετρον δὲ οἷον τὸ Ἱππώνακτος (90)
εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.

(4) Ἔστιν ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασι, διαφέρει δὲ τοῦ ὀρθοῦ, ᾗ ἐκεῖνο μὲν τὸν τελευταῖον ἴαμβον ἔχει ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ ἢ σπονδεῖον ἢ τροχαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους πόδας, οὔτε δάκτυλον οὔτε τρίβραχυν οὔτε ἀνάπαιστον, ἀλλὰ μάλιστα μὲν ἴαμβον, ὅτε καὶ εὐπρεπές ἐστιν, (Callim. 92)

ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω,
ἔσθ’ ὅτε δὲ καὶ σπονδεῖον, ὅτε καὶ τραχύτερον γίνεται, (Hipp. 48)
εἰς ἄκρον ἕλκων, ὥσπερ ἀλλᾶντα ψύχων.