Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει, οἷον [ὡς] ἐπὶ δακτυλικοῦ (Alcm.45)

Μῶσ’ ἄγε Καλλιόπα θύγατερ Διός,

(2) καταληκτικὰ δέ, ὅσα μεμειωμένον ἔχει τὸν τελευταῖον πόδα, οἷον ἐπὶ ἰαμβικοῦ (Sapph. 103)

χαίροισα νύμφα, χαιρέτω δ’ ὁ γαμβρός·
ἐνταῦθα γὰρ ἡ ̅β̅ρ̅ο̅ς̅ τελευταία συλλαβὴ ἀντὶ ὅλου ποδὸς ἰαμβικοῦ κεῖται. Ἐὰν δὲ τρισύλλαβος ᾗ ὁ ποὺς ὁ τὸ μέτρον συνιστάς, δύναται καὶ παρὰ δύο συλλαβὰς εἶναι τὸ καταληκτικόν, οἷον ἐπὶ δακτυλικοῦ (Archil. 104)
ἐν δὲ Βατουσιάδης·
ἐνταῦθα γὰρ ἡ ̅δ̅η̅ς̅ συλλαβὴ ἐν δὲ Βατουσιάδης· ἐνταῦθα γὰρ ἡ ̅δ̅η̅ς̅ συλλαβὴ ἀντὶ τρισυλλάβου κεῖται [δακτυλικοῦ]. Ἐπὶ δὲ τῶν τοιούτων τὸ μὲν παρὰ συλλαβὴν καλεῖται καταληκτικὸν εἰς δισύλλαβον, τὸ δὲ παρὰ δύο συλλαβὰς καταληκτικὸν εἰς συλλαβήν.

(3) Βραχυκατάληκτα δὲ καλεῖται, ὅσα ἀπὸ διποδίας ἐπὶ τέλους ὅλῳ ποδὶ μεμείωται, οἷον ἐπὶ ἰαμβικοῦ (fr. lyr. adesp. 45)

ἄγ’ αὖτ’ ἐς οἶκον τὸν Κλεησίππω·
ἐνταῦθα γὰρ ὁ ͞σ͞ι͞π͞π͞ω ποὺς ἀντὶ ὅλης ἰαμβικῆς κεῖται διποδίας.

(4) Ὑπερκατάληκτα δὲ ὅσα πρὸς τῷ τελείῳ προσέλαβε μέρος ποδός, οἷον ἐπὶ ἰαμβικοῦ (fr. lyr. adesp. 46)

εἶμ’ ὧτε πυσσάκω λυθεῖσα·
εἶμ’ ὧτε πυσσάκω λυθεῖσα· τοῦτο μὲν οὖν συλλαβῇ [πλείονι] περιττεύει· δύναται δὲ καὶ δισυλλάβῳ περιττεύειν, ὁπόταν ἑκάτερος τῶν ἐν τῇ συζυγίᾳ ποδῶν τρισύλλαβος ᾖ, οἷον ἐπ’ ἀναπαιστικοῦ (Telesilla 1)
ἅδ’ Ἄρτεμις, ὦ κόραι·
τοῦτο γὰρ πρὸς τῇ ὁλοκλήρῳ συζυγίᾳ δισύλλαβον ἔχει [τὸν τελευταῖον], ὅπερ ἀναπαίστου μιᾷ ἐνδεῖ συλλαβῇ. Καλοῦνται δὲ ταῦτα πάντα ἀποθέσεις. —

(5) Παντὸς μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή, ὥστε δύνασθαι εἶναι αὐτὴν καὶ βραχεῖαν καὶ μακράν, οἷον (Β 1)

ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι· Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος·
ἐν μὲν γὰρ τῷ προτέρῳ μακρά ἐστιν ἡ τελευταία συλλαβή, ἐν δὲ τῷ δευτέρῳ βραχεῖα.

(6) Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν· ὅθεν

ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπιγραμ μάτων (131)
ἡ μέγ’ Ἀθηναίοισι φόως γένετ’, ἠνίκ’ Ἀριστογείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιος,
καὶ πάλιν Νικομάχου τοῦ τὴν περὶ τῶν ζωγράφων ἐλεγείαν πεποιηκότος (PLGII⁴ p. 316) οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος·
οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· γινώσκεις τοὔνομα τοῦτο κλύων·
ταῦτα μὲν οὖν ἐγένετο διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην — οὐ γὰρ ἐνεχώρει —, ἔνια δὲ καὶ παίζουσιν οἱ κωμικοί, ὡς Εὔπολις Βάπταις (73)
ἀλλ’ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προβούλευμα βαστάζουσι τῆς πόλεως μέγα.