Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(15) Καὶ τοῦ μὲν τεσσαρεσκαιδεκασυλλάβου ἓν σχῆμα (Call. 489)

παίσατε, τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
ὁμοίως δὲ τοῦ δωδεκασυλλάβου ἕν (Call. 490) τίκτεσθαι· βροντᾶν δ’ οὐκ ἐμόν, ἀλλὰ Διός. τοῦ δὲ τρισκαιδεκασυλλάβου δύο σχήματα· ποτὲ μὲν πρῶτος ὁ δάκτυλος (Call. 488)
Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι.
ποτὲ δὲ δεύτερος (Call. 491)
ῥέζειν, καὶ στεφέων εὔαδε τῷ Παρίῳ.

Δεῖ δὲ τὸ ἐλεγεῖον τέμνεσθαι πάντως καθ’ ἕτερον τῶν πενθημιμερῶν· εἰ δὲ μή, ἔσται πεπλημμελημένον, οἷον τὸ Καλλιμάχου (192) ἱερά, νῦν δὲ Διοσκουρίδεω γενεή.

(16) Ἄλλο ἀσυνάρτητον [ὁμοίως] κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου

καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς, τοῦ καλουμένου Εὐριπιδείου, οἷόν ἐστι τὸ ἐν τοῖς ἀναφερομένοις εἰς Ἀρχίλοχον Ἰοβάκχοις (120)
Δήμητρος ἁγνῆς καὶ Κόρης τὴν πανήγυριν σέβων.

(17) Ἄλλο τούτου ἔλαττον παρὰ τὴν τελευταίαν συλλαβὴν τὸ καλούμενον Εὐριπίδειον τεσσαρεσκαιδεκασύλλαβον, οἷον παρὰ μὲν αὐτῷ Εὐριπίδῃ (fr. 929) Ἕῷος ἡνίχ’ ἱππότας ἐξέλαμψεν ἀστήρ· παρὰ δὲ Καλλιμάχῳ (116)

ἔνεστ’ Ἀπόλλων τῷ χορῷ· τῆς λύρης ἀκούω· καὶ τῶν Ἐρώτων ᾐσθόμην· ἔστι κἀφροδίτη.

(18) Ἄλλο ἀσυνάρτητον ὁμοίως κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐκ τροχαικοῦ διμέτρου ἀκαταλήκτου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς, ὅπερ ἐὰν παραλλάξῃ τὴν τομήν, γίνεται τροχαϊκὸν προκαταληκτικόν (Sapph. 85),

ἔστι μοι καλὰ πάϊς χρυσέοισιν ἀνθέμοισιν ἐμφερῆ ἔχοισα μορφάν, Κλεηὶς ἀγαπατά, ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν πᾶσαν οὐδ’ ἐραννάν

(19) τούτων δὲ τὸ μὲν δεύτερον δῆλόν ἐστιν ἀπὸ τῆς τομῆς ὅτι οὕτως σύγκειται ὡς προείρηται, ἐκ τοῦ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ τοῦ ἑφθημιμεροῦς ἰαμβικοῦ, τὸ δὲ πρῶτον, διὰ τὸ πρὸ συλλαβῆς ἔχειν τὴν τομήν, ἐγένετο προκαταληκτικόν, ἐκ τροχαϊκοῦ ἑφθημιμεροῦς,

ἔστι μοι καλὰ πάϊς,
καὶ διμέτρου ἀκαταλήκτου τοῦ
χρυσέοισιν ἀνθέμοισιν·
τὸ δὲ τρίτον ἐξ ὑπερκαταλήκτου,
ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν
καὶ βραχυκαταλήκτου,
πᾶσαν οὐδ’ ἐραννάν.

(20) Ἀνακρέων δὲ οὐκ ἰαμβικῷ ἀλλὰ χοριαμβικῷ ἐπιμίκτῳ πρὸς τὰς ἰαμβικὰς ἐπήγαγε τὸ ἰθυφαλλικόν (30)

τὸν λυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει.