Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Γίνεται δὲ καὶ ἀσυνάρτητα, ὁπόταν δύο κῶλα μὴ δυνάμενα ἀλλήλοις συναρτηθῆναι μηδὲ ἕνωσιν ἔχειν ἀντὶ ἑνὸς μόνου παραλαμβάνηται στίχου.

(2) Πρῶτος δὲ καὶ τούτοις Ἀρχίλοχος κέχρηται· πῆ μὲν γὰρ ἐποίησεν ἔκ τε ἀναπαιστικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκοῦ ἡμιολίου τοῦ καλουμένου ἰθυφαλλικοῦ (Arch. 79)

Ἐρασμονίδη Χαρίλαε, χρῆμά τοι γελοῖον.

Τοῦτο δὲ οἱ μετ’ αὐτὸν οὐχ ὁμοίως αὐτῷ ἔγραψαν. οὗτος μὲν γὰρ τῇ τε τομῇ δι’ ὅλου κέχρηται [τοῦ ἑφθημιμεροῦς] καὶ σπονδείους παρέλαβεν ἐν τῷ ἀναπαιστικῷ κώλῳ, οἷον (Arch. 81)

ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν ἦσαν· οἱ δὲ πολλοί·
οἱ δὲ μετ’ αὐτὸν τῇ μὲν τομῇ ἀδιαφόρως ἐχρήσαντο, ὥσπερ Κρατῖνος (323)
χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων· εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις·
(ἐνταῦθα γὰρ ὁμοίως τὸ τρίτον τέτμηται τοῖς Ἀρχιλοχείοις, τὰ δὲ πρὸ αὐτοῦ δύο πρὸ συλλαβῆς.)

(3) καὶ μέντοι καὶ τοὺς σπονδείους παρῃτήσαντο τοὺς ἐν

τῷ μέσῳ οἱ μετὰ τὸν Ἀρχίλοχον, ὡς οὐκ ἀναπαιστικὸν ἡγούμενοι, ἀλλὰ προσοδιακόν, τὸ ἐξ ἰωνικῆς καὶ χοριαμβικῆς, τῆς ἰωνικῆς καὶ βραχεῖαν τὴν πρώτην δεχομένης. δύναται δὲ καὶ εἰς τρίτον ἀνάπαιστον διαιρεῖσθαι, εἰ ἀπὸ σπονδείου ἄρχοιτο, οἷον τὸ Σαπφοῦς (82)
αὐτὰ δὲ σὺ Καλλιόπα,
τοῦ προσοδιακοῦ ὂν καὶ τοῦτο εἶδος [τὸ ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ συγκείμενον].

(4) τὸ τοίνυν ἀναπαιστικὸν εἴ τις οὕτω διαιροῖτο, εὑρήσει τῷ προσοδιακῷ ἐφαρμόζον. ἐὰν μὲν γὰρ σπονδεῖον ἔχῃ τὸν πρῶτον, τοὺς δὲ ἑξῆς ἀναπαίστους, τὰς τοῦ δευτέρου ἀναπαίστου δύο βραχείας προσθεὶς τῷ σπονδείῳ ποιήσεις ἰωνικὸν ἀπὸ μείζονος, τὸν δ’ ἑξῆς χορίαμβον. δύναται δὲ κἂν ἀπὸ ἀναπαίστου κἂν ἀπὸ δακτύλου ἄρχηται τὸ ἀναπαιστικὸν ὡς ἰωνικὸν λελυμένον παραλαμβάνεσθαι, τῶν ἑξῆς χοριάμβου γινομένων. διὰ τοῦτο καὶ ἀπὸ ἰάμβου ἄρχονται ἐν τῷ ἀναπαιστικῷ, ὥσπερ Ἀρχίλοχος ἐν τῷ

Ἐρασμονίδη Χαρίλαε,
ὡς δυναμένου καὶ τοῦ παιῶνος δευτέρου ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος παραλαμβάνεσθαι [ἵνα μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικόν].

(5) Παραιτοῦνται τοίνυν τοὺς ἐν μέσῳ σπονδείους, ἵνα

μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικὸν, ὅπερ ἐστὶν ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ. δύναται δέ τις βιαζόμενος καὶ ἑξῆς ὄντων δύο σπονδείων, ὡς παρὰ Ἀρχιλόχῳ
ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν
τὸν πρῶτον μολοσσὸν ποιήσας καὶ λαβὼν αὐτὸν ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος, τὸν ἑξῆς χορίαμβον ποιῆσαι, εἰ μὴ ἄρα ἐν τῷ προσοδιακῷ ἡ συναίρεσις τοῦ ἰωνικοῦ, τουτέστιν ὁ μολοσσός, μὴ ἐμπίπτοι.

(6) Ὑπονοήσειε δ’ ἄν τις καὶ τρίτην διαφορὰν εἶναι τῷ Ἀρχιλόχῳ πρὸς τοὺς μετ’ αὐτόν, καθ’ ἣν ἄνα παίστῳ δοκεῖ τῷ πρώτῳ χρῆσθαι,

ἐρέω πολὺ φίλταθ’ ἑταίρων, τέρψεαι δ’ ἀκούων (80)
φιλέειν στυγνόν περ ἐόντα, μηδὲ διαλέγεσθαι (81)
, ᾧ οὐκ ἐχρήσαντο ἐκεῖνοι. φαίνεται δὲ οὐδ’ αὐτὸς κεχρημένος· δύναται γὰρ ἀμφότερα κατὰ συνεκφώνησιν εἰς ἴαμβον περιίστασθαι, ἡ δὲ φαντασία τοῦ ἀναπαίστου γέγονε διὰ τὴν ἰωνικὴν ἐν ἑκατέρῳ διαίρεσιν· ὥστε τὰς προειρημένας μόνας δύο διαφορὰς εἶναι τοῖς νεωτέροις πρὸς τὸν ἰαμβοποιὸν Ἀρχίλοχον.

(7) Κρατῖνος δὲ ὅταν λέγῃ ἐν τοῖς Ἀρχιλόχοις (10)

Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων,
τοῦτο τὸ μέτρον ἀγνοεῖ ὅτι οὐκ ἄντικρυς μιμεῖται τοῦ Ἀρχιλόχου τὸν Ἐρασμονίδην.

(8) Ἐν μὲν δὴ τοῦτο τῶν παρ’ Ἀρχιλόχῳ ἀσυναρτήτων·

ἄλλο δὲ τὸ ἐκ δακτυλικῆς τετραποδίας καὶ τοῦ αὐτοῦ ἰθυφαλλικοῦ (Archil. 100)
οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη·
γίνεται δὲ ὁ τελευταῖος τῆς τετραποδίας διὰ τὴν ἐπὶ ἀδιάφορον καὶ κρητικός (Archil. 115)
καὶ βήσσας ὀρέων δυσπαιπάλους οἷος ἦν ἐπ’ ἤβης.
τοῦτο παρὰ τοῖς νεωτέροις πολὺ τὸ μέτρον ἐστίν, ὥσπερ καὶ παρὰ Καλλιμάχῳ (191)
τόν με παλαιστρίταν ὀμόσας θεὸν ἑπτάκις φιλήσειν,
παρὰ δὲ Κρατίνῳ ἐν τοῖς Σεριφίοις (211) οὐκέτι ἀκατάληκτόν ἐστι τὸ δακτυλικὸν τὸ ἡγούμενον τοῦ ἰ θυφαλλικοῦ, ἀλλὰ καταληκτικὸν εἰς δισύλλαβον,
χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον.

(9) Τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου (85)

ἀλλά μ’ ὁ λυσιμελής, ὠταῖρε, δάμναται πόθος.

(1Ο) Ἔνδοξόν ἐστι ἐπισύνθετον καὶ τὸ διπενθημιμερὲς τὸ ἐγκωμιολογικὸν καλούμενον, ὅπερ ἐστὶν ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ τοῦ ἴσου, ᾧ κέχρηται μὲν καὶ Ἀλκαῖος ἐν ἄσματι (94), οὗ ἡ ἀρχή

Ἣ ῥ’ ἔτι Διννομένῃ τῶ Τυρρακῄω τἄρμενα λαμπρὰ κέοντ’ ἐν Μυρσινῄω,
κέχρηται δὲ καὶ Ἀνακρέων ἐν πλείοσιν ἄσμασιν (70)
Ὀρσόλοπος μὲν Ἄρης φιλέει μεναιχμάν.

(11) Τὸ δὲ ἀντεστραμμένον τούτῳ ἰαμβέλεγος καλεῖται· τούτῳ δὲ ἐν συνεχείᾳ οὐκ ἴσμεν τινὰ κεχρημένον, διεσπαρμένως δέ·

πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν.
(Pind. 30, 1) ―
κείνων λυθέντες σαῖς ὑπὸ χερσὶν ἄναξ
(Pind. 35).

(12) Γίνεται δὲ καὶ τριπενθημιμερὲς ἐκ τούτων τὸ καλούμενον Πλατωνικόν, ἐν ᾧ τὰ νὲν ἑκατέρωθεν δύο δακτυλικά εἰσι πενθημιμερῆ, τὸ δὲ μέσον ἰαμβικόν· κέχρηται δὲ αὐτῷ Πλάτων ἐν Χαντρίαις (90)

χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.

(13) Ἀντεστραμμένον δέ ἐστι τούτῳ τὸ Πινδαρικὸν καλούμενον,

ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξανθὰν Ἀθάναν
(Pind. 34) ―
σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς
(Pind 216).

(14) Τοῦ δὲ δακτυλικοῦ πενθημιμεροῦς δὶς λαμβανομένου γίνεται τὸ ἐλεγεῖον· ἀλλὰ τὸ μὲν δεύτερον αὐτοῦ μέρος ἑπτασύλλαβον ἀεὶ μένει, ἐκ δύο δακτύλων καὶ συλλαβῆς, τὸ δὲ πρότερον κινουμένους ἔχει τοὺς δύο πόδας, ὥστε ἢ δακτύλους αὐτοὺς γίνεσθαι ἢ σπονδείους, ἢ τὸν μὲν πρότερον δάκτυλον, τὸν δὲ δεύτερον σπονδεῖον· ἢ ἀνάπαλιν τὸν μὲν πρότερον

σπονδεῖον, τὸν δὲ δεύτερον δάκτυλον· παρ’ ἣν αἰτίαν τὸ μὲν δεύτερον ἀεὶ διπλασιαζόμενον τὸ ἐλεγεῖον ποιεῖ, τὸ δὲ πρότερον οὐκέτι, ἐὰν μὴ ἐκ δύο δακτύλων συνεστήκῃ· οἷον (Callim. 488)
Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι
τὸ μὲν δεύτερον διπλασιασθὲν ποιεῖ ἐλεγεῖον, τὸ δὲ πρότερον οὔ· ὥστε αὐτὸ ποτὲ μὲν τεσσαρεσκαιδεκασύλλαβον γίνεσθαι, ποτὲ δὲ τρισκαιδεκασύλλαβον, ποτὲ δὲ δωδεκασύλλαβον.

(15) Καὶ τοῦ μὲν τεσσαρεσκαιδεκασυλλάβου ἓν σχῆμα (Call. 489)

παίσατε, τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
ὁμοίως δὲ τοῦ δωδεκασυλλάβου ἕν (Call. 490) τίκτεσθαι· βροντᾶν δ’ οὐκ ἐμόν, ἀλλὰ Διός. τοῦ δὲ τρισκαιδεκασυλλάβου δύο σχήματα· ποτὲ μὲν πρῶτος ὁ δάκτυλος (Call. 488)
Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι.
ποτὲ δὲ δεύτερος (Call. 491)
ῥέζειν, καὶ στεφέων εὔαδε τῷ Παρίῳ.

Δεῖ δὲ τὸ ἐλεγεῖον τέμνεσθαι πάντως καθ’ ἕτερον τῶν πενθημιμερῶν· εἰ δὲ μή, ἔσται πεπλημμελημένον, οἷον τὸ Καλλιμάχου (192) ἱερά, νῦν δὲ Διοσκουρίδεω γενεή.

(16) Ἄλλο ἀσυνάρτητον [ὁμοίως] κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου

καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς, τοῦ καλουμένου Εὐριπιδείου, οἷόν ἐστι τὸ ἐν τοῖς ἀναφερομένοις εἰς Ἀρχίλοχον Ἰοβάκχοις (120)
Δήμητρος ἁγνῆς καὶ Κόρης τὴν πανήγυριν σέβων.

(17) Ἄλλο τούτου ἔλαττον παρὰ τὴν τελευταίαν συλλαβὴν τὸ καλούμενον Εὐριπίδειον τεσσαρεσκαιδεκασύλλαβον, οἷον παρὰ μὲν αὐτῷ Εὐριπίδῃ (fr. 929) Ἕῷος ἡνίχ’ ἱππότας ἐξέλαμψεν ἀστήρ· παρὰ δὲ Καλλιμάχῳ (116)

ἔνεστ’ Ἀπόλλων τῷ χορῷ· τῆς λύρης ἀκούω· καὶ τῶν Ἐρώτων ᾐσθόμην· ἔστι κἀφροδίτη.

(18) Ἄλλο ἀσυνάρτητον ὁμοίως κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐκ τροχαικοῦ διμέτρου ἀκαταλήκτου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς, ὅπερ ἐὰν παραλλάξῃ τὴν τομήν, γίνεται τροχαϊκὸν προκαταληκτικόν (Sapph. 85),

ἔστι μοι καλὰ πάϊς χρυσέοισιν ἀνθέμοισιν ἐμφερῆ ἔχοισα μορφάν, Κλεηὶς ἀγαπατά, ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν πᾶσαν οὐδ’ ἐραννάν

(19) τούτων δὲ τὸ μὲν δεύτερον δῆλόν ἐστιν ἀπὸ τῆς τομῆς ὅτι οὕτως σύγκειται ὡς προείρηται, ἐκ τοῦ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ τοῦ ἑφθημιμεροῦς ἰαμβικοῦ, τὸ δὲ πρῶτον, διὰ τὸ πρὸ συλλαβῆς ἔχειν τὴν τομήν, ἐγένετο προκαταληκτικόν, ἐκ τροχαϊκοῦ ἑφθημιμεροῦς,

ἔστι μοι καλὰ πάϊς,
καὶ διμέτρου ἀκαταλήκτου τοῦ
χρυσέοισιν ἀνθέμοισιν·
τὸ δὲ τρίτον ἐξ ὑπερκαταλήκτου,
ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν
καὶ βραχυκαταλήκτου,
πᾶσαν οὐδ’ ἐραννάν.

(20) Ἀνακρέων δὲ οὐκ ἰαμβικῷ ἀλλὰ χοριαμβικῷ ἐπιμίκτῳ πρὸς τὰς ἰαμβικὰς ἐπήγαγε τὸ ἰθυφαλλικόν (30)

τὸν λυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει.