Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιίαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφωνίῳ (222)

ἔγειρε δὴ νῦν, μοῦσα, κρητικὸν μέλος,
εἶτα ἐπιφέρει (222)
χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως.

(2) Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντιθέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν (110)

ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
(κέχρηται δὲ αὐτῷ καὶ ἐν ἄλλοις δράμασιν ὁ Ἀριστοφάνης καὶ ἐν Σφηξίν (1275)
ὦ μακάρι’ Αὐτόμενες ὥς σε μακαρίζομεν,
καὶ Εὔπολις ἐν Κόλαξι (160)
φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν

(3) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, (111)

ἐν ἀγορᾷ δ’ αὗ πλάτανον εὖ διαφυτεύσομεν.
ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις (334) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρέλαβεν
μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεῖστους κρητικοὺς παραλαμβάνειν,
μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν,
καὶ πάλιν
σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.

(4) ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας,

ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· ― ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· ―
σέ ποτε Διὸς ἀνὰ πύματα νεαρὲ κόρε νεβροχίτων.
συντιθέασι δέ τινες καὶ ἑτέρῳ τρόπῳ τὸ τετράμετρον, ὥστε τρεῖς εἶναι τοὺς καλουμένους τετάρτους παιῶνας, εἶτα τελευταῖον τὸν κρητικόν (fr. lyr. ad. 107)
θυμελικὰν ἰθι μάκαρ φιλοφρόνως εἰς ἔριν.

(5) Ὧι δὴ ἔφαμεν (40 14) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πενταμέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν (38), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται,

πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.

(6) Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον . . . τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων (Alcm. 38)

Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ’ Ἔρως οἷα 〈παῖς〉 παίσδει ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω.

(7) Δεδηλώσθω δὲ ὅτι καὶ ὅλα ἄσματα κρητικὰ συντίθεται, ὥσπερ καὶ παρὰ Βακχυλίδῃ (31 ═ 16 Blass) ὦ Περικλειτὲ δᾶλα ἀγνοήσειν μὲν οὔ σ’ ἔλπομαι·

(8) Τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν, ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον (Aeschyl. 23)

ὁ ταῦρος δ’ ἔοικεν κυρίξειν † τιν’ ἀρχὰν φθάσαντος δ’ ἐπ’ ἔργοις προπηδήσεταί νιν †

Τοσαῦτα περὶ τῶν ἐννέα τῶν μονοειδῶν καὶ ὁμοιοειδῶν.