Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τροχαϊκὰς [διποδίας] οὕτως, ὥστε τὴν πρὸ τῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν, καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, γίνεσθαι ἑπτάσημον [τροχαϊκήν], τὸν καλούμενον δεύτερον ἐπίτριτον· ἔσθ’ ὅτε δὲ ἡ μὲν τρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον, τῆς δὲ ἐπιφερομένης τροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν· ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς ἀπ’ ἐλάσσονος ἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων.

(2) Καὶ ὅλα μὲν οὖν ἄσματα γέγραπται ἰωνικά, ὥσπερ Ἀλκμᾶνι (85ᵃ)

Ἑκατὸν μὲν Διὸς υἱὸν τάδε Μῶσαι κροκόπεπλοι,
Σαπφοῖ δὲ (88)
τί με Πανδιονὶς ὤραννα χελιδών,
Ἀλκαίῳ δὲ πολλά, ὥσπερ καὶ τόδε (59)
ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.

(3) Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημότατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί (14)

τό γε μὴν ξείνια δούσαις, λόγος ὥσπερ λέγεται, ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν,
καὶ παρὰ Φρυνίχῳ τῷ κωμικῷ (70)
ἃ δ’ ἀνάγκα ’ σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν·
τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μῃτρῳακὸν [καὶ ἀνακλώμενον] καλεῖται ― ὕστερον δὲ 〈καὶ〉 ἀνακλώμενον ἐκλήθη ― διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ (ἐν οἷς καὶ τὰ τοὺς τρίτους παιῶνας ἔχοντα καὶ παλιμβάκχειον καὶ τὰς τροχαϊκὰς ἀδιαφόρως παραλαμβάνουσι πρὸς τὰ καθαρά), ὡς καὶ τὰ πολυθρύλητα ταῦτα παραδείγματα δηλοῖ (fr. lyr. ad. 121)
Γαλλαὶ μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες, αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα.

(4) Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν (47)

μεγάλῳ δηῦτέ μ’ ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ.
Τῶν δὲ τριμέτρων τὸ μὲν ἀκατάληκτον (Sapph. 87)
†ζαελεξάμαν ὄναρ Κυπρογενήᾳ
παρὰ τῇ Σαπφοῖ, παρὰ δὲ Ἀνακρέοντι (50) ἑτέρως ἐσχημάτισται
ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε.
τὸ δὲ καταληκτικόν (Anacr. 55)
Διονύσου σαῦλαι βασσαρίδες.

(5) Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνακλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι (61)

παρὰ δηῦτε Πυθόμανδρον κατέδυν ἔρωτα φεύγων·
τῷ δὲ καθαρῷ ἑφθημιμερεῖ ὅλον ᾆσμα Τιμοκρέων συνέθηκε (6)
Σικελὸς κομψὸς ἀνὴρ ποτὶ τὰν ματέρ’ ἔφα.