Fragmenta.
Hecataeus of Abderita
Hecataeus of Abderita. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[6ᵃ]PLIN. n. h. VI 55 de his [näml. Attacori] privatim condidit volumen Amometus, sicut H. de Hyperboreis. IV 94 septentrionalis oceanus: Amalchium eum H. appellat a Parapaniso amne qua Scythiam adluit, quod nomen eius gentis lingua significat ‘congelatum’ [= μάλκιος].
[4]AEL. n. hist. XI 1 ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς Ἀπόλλωνος τὰς ἐκεῖθι ἄιδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑ. ὁ Μιλήσιος οὔ, ἀλλ’ ὁ Ἀβδηρίτης. Gottesdienst der Boreaden. Apollons Schwäne. Vgl. B 5.
[1]SCHOL. APOLL. II 675 Ἑ. δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν Ὑπερβορέων ἔθνος. ἔστι δὲ αὐτῷ βιβλία ἐπιγραφόμενα Περὶ τῶν Ὑπερβορέων· τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις 〈ὁ Ἀπόλλων〉· διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν Ὑπερβορέων, Ἐπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι.
[2]DIODOR. II 47, 1 ff. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑ. καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω
κεῖσθαι τῆς βορείου πνοῆς· οὖσαν δ’ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ’ εὐκρασίαι διαφέρουσαν, διττοὺς κατ’ ἔτος ἐκφέρειν καρπούς. 2-4 Apollocult. Abaris. (5) φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς. (6) λέγεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ῑθ̄ καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι. (7) κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας ἀπογόνους ὄντας Βορέου καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.[19. 7]DIOG. I 9-11(9) ὃς [Theopomp. fr. 71 FHG I 289] καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, καὶ τὰ ὄντα ταῖς αὑτῶν περικυκλήσεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος [fr. 51 Sp.] ἱστορεῖ. Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατ’ αὐτούς. Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῷ Περὶ παιδείας [fr. 28 FHG II 313] καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι. πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου οἱ τὰ περὶ Μάγων γράψαντες· μὴ γὰρ ἂν ἐς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδ’ εἰς τὴν θάλασσαν πέδας καθεῖναι, θεοὺς ὑπὸ τῶν Μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν. (10) τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης. φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῷα παντοῖα ἀποτελεσθῆναι. θεοὺς δ’ εἶναι ἥλιον καὶ σελήνην, τὸν μὲν Ὄσιριν, τὴν δ’ Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τε κανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῇ τῶν Φυσικῶν ἐπιτομῇ καὶ Ἑ. ἐν τῇ πρώτῃ Περὶ τῆς Αἰγυπτίων φιλοσοφίας. κατασκευάζειν δὲ 〈καὶ〉 ἀγάλματα καὶ τεμένη τῷ μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν. (11) τὸν κόσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῇ τούτων κράσει τὰ ἐπὶ γῆς γίγνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν· τὴν ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰ ἀέρος τροπὴν ἀποτελεῖσθαι· τά τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖός τε καὶ Ἀρισταγόρας ἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς Ἑρμῆν ἀνήνεγκαν· καὶ τὰ εὔχρηστα τῶν ζώιων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆς εὑρέσεως ὧδε ἔχει.
[0]DIODOR. I 11, 1 ff. τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν τὴν δὲ Ἶσιν ὀνομάσαι . . . (5) τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δ’ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίαι· φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ’ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. (6) διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἆλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. c. 12, 1 τούτων δ’ ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ’ Αἴγυπτον ἀνθρώπων. (2) τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι . . . (3) τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. (4) τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι . . . (5) τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεάνην, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφὴν μητέρα . . . (7) τὸν δ’ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν μεθερμηνευομένης τῆς λέξεως . . (9) φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζώιων μορφαῖς, ἔστι δ’ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας . . . c. 13, 1 ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. (2) μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ’ ἰδίαν ἐσχηκέναι προσηγορίαν Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δ’ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. (3) ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι πυρὸς εὑρετὴν γενόμενον . . . (4) μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου κτλ. Die Theologumena gehen bis c. 27 (außer 15, 6-8. 17-20, 6). Es folgt Geographisches 30-41 (mit Fremdem), Königsgeschichte 43-68, Philosophie (πολιτεία) 69-98.
[9]PLUT. de Is. et Os. 9 p. 354 CD τῶν πολλῶν νομιζόντων ἴδιον παρ’ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν . . . Ἑ. δ’ ὁ Ἀβδηρίτης φησὶ τούτῳ καὶ πρὸς ἀλλήλους τῷ ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, 〈ὃν〉 τῷ
παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, Ἀμοῦν λέγουσιν.[8]AËT. II 20, 16 (D. 351) Ἡράκλειτος καὶ Ἑ. ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον.
[0]DIOD. I 45, 2 (Menas führte den Luxus ein) διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον [Τέχνακτις Plut. de Is. 8, der wohl aus Hekat. dieselbe Gesch. erzählt) τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθ’ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι· οὕτω δ’ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην, ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις. Vgl. ATHEN. x p. 418 E.
[10]PLUT. de Is. 6 p. 353 AB οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος [nämlich Ἡλίου]· οἱ δ’ ἄλλοι χρῶνται μέν, ὀλίγῳ δέ. πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑ. ἱστόρηκεν, ἱερεῖς ὄντες. Vgl. DIOD. I 70, 11.
[12]DIOD. I 46, 8 οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν [über die theban. Dynastie], ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑ., συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν εἰρημένοις. Vgl. c. 47-49.
[13] - XL 3,8 [Exc. Phot. bibl. c. 244] Nach einem Abriß der jüdischen Geschichte, Gesetzgebung (Moses), Sitten: κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμειξίας ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. Das meiste davon sei falsch, sagt Photius, Diodor verstecke aber seine Lügen hinter einem anderen: ἐπάγει γάρ· περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Μιλήσιος [gemeint ist ὁ Ἀβδηρίτης] ταῦτα ἱστόρηκεν.
STEPH. BYZ. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος· πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶν Ἑκαταῖος, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶ
ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες ὧν ἐν τῇ μιᾶι τιθασεύουσι τοὺς κροκοδείλους ἐν ἄντροις καὶ φρέασι σέβοντες μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ’ εἰ σφόδρα φλέγοιντο. PORPHYR. Quaest. hom. (zu I 383) I 138, 18 Schrad. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δ’ Ἑκαταῖος ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας γ〈τ〉λ, ἀνθρώπων δὲ μυριάδας ψ̄, ἑκατὸν δὲ πύλας διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων, ὅτι ρ̄ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται μύριοι, ψ̄ δὲ ἵπποι ἐξεστράτευον.[0]EROTIAN. q. f. p. 89, 16 κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑ. δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι.
[14-18]IOSEPH. c. Ap. I 183 Ἑ. δὲ ὁ Ἀβδηρίτης ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος Ἀλεξάνδρῳ τῷ βασιλεῖ συνακμάσας καὶ Πτολεμαίῳ τῷ Λάγου συγγενόμενος οὐ παρέργως, ἀλλὰ περὶ αὐτῶν Ἰουδαίων συγγέγραφε βιβλίον. Folgen Excerpte 184-204; I 214 Ἑ. μὲν καὶ βιβλίον ἔγραψεν περὶ ἡμῶν; ebensolche II 43 ff. Antiq. Iud. XII 38 [hier aus Aristeas ep. 31]. Monographie oder Sondertitel eines Kapitels über Abraham Ant. I 158. 159 μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἀβράμου Bηρωσός . . . Ἑ. δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Vgl. CLEM. Strom. v [II 402, 20 St.] ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑ. ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους,
[p. 385a]ORIG. c. Cels. I 15 καὶ Ἑκαταίου δὲ τοὺ ἱστορικοῦ φέρεται Περὶ Ἰουδαίων βιβλίον, ἐν ὧι προστίθεται μᾶλλόν πως ὡς σοφῷ τῷ ἔθνει ἐπὶ τοσοῦτον, ὡς καὶ Ἑρέννιον Φίλωνα ἐν τῷ Περὶ Ἰουδαίων συγγράμματι πρῶτον μὲν ἀμφιβάλλειν, εἰ τοῦ ἱστορικοῦ ἐστι τὸ σύγγραμμα, δεύτερον δὲ λέγειν ὅτι, εἴπερ ἔστιν αὐτοῦ, εἰκὸς αὐτὸν συνηρπάσθαι ἀπὸ τῆς παρὰ Ἰουδαίοις πιθανότητος καὶ συγκατατεθεῖσθαι αὐτῶν τῷ λόγῳ. Den Anla zu den Fälschungen gab die Erwähnung der Juden in d. Αἰγυπτιακά; vgl. B 13.
Die auf den Abderiten bezogene Erwähnung des H. b. Agatharch. M. r. 64 meint den Milesier. Die Konjektur Müllers Ἑκαταῖοςstatt Ἀσκάνιος DIOG. IX 61 ist nicht überzeugend.