Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ΖΕΙΡΑ ἤτοι ΣΕΙΡΑ· ὥς τινες, ἦν ἔνδυμά τι ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας ὥσπερ ἐφαπτίδας· Λυσίας ἐν τῷ κατὰ Φιλίππου, εἰ γνήσιος. καὶ Ξενοφῶν ἐν ζ Ἀναβάσεως περὶ Θρᾳκῶν λέγων φησὶ καὶ ζειρὰς μέχρι ποδῶν ἐπὶ τῶν ἵππων εἶχον, ἀλλ’ οὐ χλαμύδας.

Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως. ἄριστος τῶν κατ’ ἐκεῖνον τὸν χρόνον ζωγράφων.

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν, ζηλοτυπεῖν δὲ τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι.

ἀρχή τις Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, εἴ ποτε τοὺς ἀδικοῦντάς τι δημοσίᾳ δέοι ζητεῖν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ ἐνδείξεως. οὗτος δὲ ὁ ῥήτωρ καὶ

p.145
ζητητής ποτε ἐγένετο, ὥς φησι Λυσίας καὶ Ἰσοκράτης καὶ Πλάτων ὁ κωμικὸς Πρέσβεσιν.