Δείναρχος κατὰ Λυκούργου. τὰς β ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δήμων ἐν τῇ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας· Φιλόχορος δὲ τοὺς Τριτοπάτορας πάντων γεγονέναι πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησὶν, ὃν καὶ Ἀπόλλωνα καλεῖν, γονεῖς αὐτῶν ἠπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας. Φανόδημος δὲ ἐν ς φησὶν ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων· ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησιν αὐτοὺς εἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων καὶ Γύγην.
Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ