Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης

p.292
ὄνομά ἐστιν ἡ τραπεζοφόρος. ὅτι δ’ αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγ τῶν Ἀττικῶν συναγωγῶν.

τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου, καὶ ἐλέγετο τριακὰς, ὡς Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν.

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες, ἢ ἀντὶ τοῦ τεχνάζοντες, ἀπὸ τοῦ τρίβωνες εἶναι πραγμάτων.

Λυκοῦργος κατ’ Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος. μνημονεύουσιν αὐτοῦ ἄλλοι τε καὶ Μένανδρος ἐν τῇ %2 %2 %2

p.293

τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ΕΠΙΤΡΙΗΡΑΡΧΗΜΑ δὲ τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον.

Δημοσθένης ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν. φρούριόν ἐστι τῆς Ἀργείας οὕτω καλούμενον.