ἀντὶ μὲν τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα Λυσίας ἐν τῷ ὑπὲρ Καλλίου· οὗτοι δὲ φάσκοντες πλείονος μισθώσεσθαι καὶ τίμημα καταστήσεσθαι. τοῦτο δ’ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῷ περὶ τῶν συμμοριῶν Δημοσθένους. λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’ ἑκάστου τίμημα παρὰ τῷ αὐτῷ ἐν τῷ κατ’ Ἀφόβου. ἐν δὲ τῷ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς οἱ Τιτακίδαι, ὡς Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων δηλοῖ. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημονεύει Ἡρόδοτος.
Ἰσαῖος κατὰ Διοκλέους. τοπεῖα λέγουσι τὰ σχοινία· Στράττις Μακεδόσι τὸν πέπλον δὲ τοῦτον ἕλκουσ̓ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι εἰς ἄκρον ὥσπερ ἱστίου τὸν ἱστόν. Ἄρχιππος Ὄνῳ τροχιλίαισι ταῦτα καὶ τοπείοις ἱστᾶσιν οὐκ ἄνευ πόνου. Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λα δεδήλωκε. φησὶ γὰρ καὶ πέμπει πρὸς τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρίδημον πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμπείθειν
Ἰσοκράτης Παναθηναϊκῷ. πόλις ἐν Θράκῃ, ὡς Ἔφορος ἐν δ ἱστορεῖ.
Λυκοῦργος ἐν τῷ πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία.