Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἔστι δὲ χωρίον κείμενον ἐγγὺς Σκυθῶν, ὃ Σάτυρος πολιορκῶν ἐτελεύτησεν.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς
p.154
καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γ τῆς Ἀτθίδος φησὶ τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε καὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου λέγων φησὶν ἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δι’ ἀσθένειαν τῶν ἰδίων. ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ α Φιλιππικῶν Δημοσθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερείδης δεδήλωκεν ἐν τῷ κατ̓ Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. ΘΕΩΡΟΙ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, p.155
καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων τ’ ἀγορέων τε. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρὶς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ς γράφει.
Ἀνδοκίδης ἐν τῷ περὶ μυστηρίων. δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακὸς, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν δήμων.