Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν β Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ᾽ ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
p.151
ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν α Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι. Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν α Συναγωγῶν.
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος λοιδορούμενος Αἰσχίνῃ φησὶ τραγικὸς Θεοκρίνης. βούλεται δὲ λέγειν αὐτὸν συκοφάντην, ἐπειδὴ ὁ Θεοκρίνης τοιοῦτος, ὡς ἔστι δῆλον ἐκ τοῦ κατὰ Θεοκρίνου, εἴτε Δημοσθένους ἐστὶν εἴτε Δεινάρχου οὗτος ὁ λόγος· τὸν γοῦν πάλαι μὲν ὑποκριτὴν τραγικὸν, ὕστερον δὲ συκοφάντην εἰκότως ὠνόμασε τραγικὸν Θεοκρίνην.
Ἰσοκράτης Ἑλένῃ. τόπος ἐστὶν ἐν Λακεδαίμονι Θεράπναι, οὗ μνημονεύει καὶ Ἀλκμὰν ἐν α.