Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δι’ ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα.

Ὑπερείδης ἐν τῷ ὑπὲρ Χαιρεφίλου α φησὶ καὶ τῆς Πυκνὸς τοσοῦτον εὑρισκούσης. ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. πολλὴ δ’ ἡ μνήμη αὐτῆς παρ’ Ἀττικοῖς. Κλείδημος δ’ ἐν γ Πρωτογονίας συνῄεσάν φησιν εἰς τὴν Πύκνα ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.

ΠΥΑΑΙ καὶ ΠΥΛΑΙΑ καὶ ΠΥΛΑΓΟΡΑΣ· Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι· Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ’ οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ’ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων·

p.267
Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λ εἰρήκασιν. ἐπέμποντο δ’ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις.