Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν ε ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ, ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν.

εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος, καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι, τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. παρὰ πολλοῖς δέ ἐστι ῥητορσι. Δημοσθένης δ’ ἐν τῷ κατὰ Στεφάνου καὶ περὶ ὧν πρόκλησις γίνεται δηλοῖ.

Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος προκώνιά φησίν ἐστι πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι.

p.258
ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Αὐτοκλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ’ ἐν τῷ περὶ θυσιῶν φησι καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων.

Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. Δείναρχος κατ’ Ἀγασικλέους Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκεν.