Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην

p.259
δὲ Ἡρόδοτος ἐν τῇ η Προνηΐην ὀνομάζει. ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ περὶ Αἰολέων.

Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. Δίδυμος μήποτέ φησιν ἄλλα τινά ἐστιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαί φασιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀπολλοδώρου ὑποσημαίνει. εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸ ἡμερῶν πέντε· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν.

ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἐν ἀρχῇ τῶν Μυρμιδόνων Αἰσχύλος

p.260
τάδε μὲν λεύσσεις, φαίδιμ’ Ἀχιλλεῦ, δοριλυμάντους Δαναῶν μόχθους, οὓς %2 %2 %2 εἴσω κλισίας.

Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δεικτικῶς λέγεσθαι ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνὸς, βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου αὐτὸς ὁ Δημοσθένης φησὶν ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορήκασι καὶ Φιλόχορος ἐν τῇ δ. Ἡλιόδωρος δ’ ἐν α περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθ’ ἕτερα καὶ ταῦτά φησιν ἐν ἔτεσι μὲν ε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβ· πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν.

ἀντὶ τοῦ ἀντεποιήσατο· Ἰσαῖος ἐν τῷ κατὰ Νικοδήμου οὐδεὶς πώποτε προσεποιήσατο οὐδ’ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ.

p.261

ἡ εἰς δικαστήριον κλῆσις, καὶ ΠΡΟΣΚΑΛΕΣΑΣΘΑΙ τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπερείδης ἐν τῷ πρὸς Δάμιππον.

Λυσίας ἐν τῷ περὶ Μακαρτάτου κλήρου. Πρόσπαλτα δῆμος τῆς Ἀκαμαντίδος.

οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἕκαστον τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην· Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας. μέμνηται καὶ Μένανδρος ἐν ἀρχῇ τῆς Περινθίας.

Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος ταῦτα οὐχ ὁμολογουμένη προστασία; ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης.

Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου.

p.262
Φιλόχορος ἐν τῇ ε Ἀθηναίων φησὶν ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ οἱ θ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι.

ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παῤ Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους, ἔστι δὲ καὶ ἄλλα ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

Αἰσχίνης περὶ τῆς πρεσβείας ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προστρόπαιον ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ ΠΡΟΣΤΡΟΠΗ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ κατὰ Φορμισίου ἀσεβείας.

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια.

οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου.

ἀντὶ τοῦ πρόσοδος Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ παρ’ ἄλλοις δὲ τοὔνομα.

p.263

ἔοικεν Ἀθήνησι τοιοῦτό τι γίγνεσθαι, ὁπόταν τῆς βουλῆς προβουλευσάσης εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν τῇ ἐκκλησίᾳ πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβούλευμα. ταῦτα δ᾽ ὑποσημαίνεται ἐν τῷ Λυσίου πρὸς τὴν Μιξιδήμου γραφήν.

Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παρ’ Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη.

p.264

Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων.

Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λς ἢ λε, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

κυρίως μὲν ἀντὶ τοῦ πρύτανιν ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. ἐν δὲ ἑτέρῳ Φιλιππικῷ πρυτανευόμενοί φησιν ἀντὶ τοῦ διοικούμενοι καὶ διατρεφόμενοι.