Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. Ποταμὸς δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράπτους, ὡς ἄλλοι τε δηλοῦσι καὶ Μένανδρος ἐν Διδύμαις.

ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ’ Αἰσχίνου τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι προβληθεὶς πυλάγορος οὕτω καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν. ἐν δὲ τῷ κατὰ Μειδίου καὶ προὐβαλόμην φησὶν ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων, ὠνόμασα τοῦτον ἐν τῷ δήμῳ. ἐν δὲ τοῖς

p.256
Φιλιππικοῖς φησι προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλει ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην.

ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ’ Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν.

τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου.