Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ΠΩΛΗΤΑΙ καὶ ΠΩΛΗΤΗΡΙΟΝ· οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ι τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας β. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου πολλάκις.

ἀντὶ τοῦ πράσεις Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. ἔστι τοὔνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις.

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας ἢ ἐν τῇ ἀγορᾷ

p.268
πωλῶσί τι ἀποπεφασμένως. Δίδυμός φησιν ἀντὶ τοῦ πορνεύωσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὴν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνάναι. ἐγὼ δέ φημι ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως.

ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον

p.269
οὐ μάλα, οὐ πάνυ. πολὺ δ’ ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀριστοφάνης ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα οὐδ’ εἶπον οὐδέν.

ἀντὶ τοῦ ῥᾷον ἔχων ἐκ τῆς νόσου Δημοσθένης Φιλιππικοῖς.