Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Λυσίας ἐν τῇ πρὸς Πολυκράτην κατ’ Ἐμπέδου ἐπιστολῇ, εἰ γνήσιος, φησὶν ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφοριῶσθαι ἐπὶ τοῦ ἀποκεκλειμένου, ὥσπερ Εὐφορίων κέχρηται τῷ ὀνόματι· εἰσὶ γάρ τινες ὀφθαλμοὶ κατακεχαλασμένα ἔχοντες τὰ βλέφαρα καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται ΠΕΦΟΡΙΝΩΣΘΑΙ, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορίνης· ὅτι γὰρ καὶ ἐπ’ ἀνθρώπων τάσσουσι τὴν φορίνην δῆλον ποιεῖ Ἀντιφῶν ἐν β Ἀληθείας.

Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. Πηγαὶ τόπος ἐν Μεγάροις, ὡς ἐν δ τῆς Ἀτθίδος φησὶν Ἑλλάνικος.

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής.

p.250

τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ’ εἶναι ταῦτα χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγῃ μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐνταῦθα, τυχὸν πινάκον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν συνηγορίᾳ Αἰσχίνῃ δείκνυται.

δῆμος τῆς Κεκροπίδος ἡ Πιτθός.

ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην, εἰ γνήσιος. κέχρηται τῷ ὀνόματι καὶ Πλάτων ὁ κωμικὸς ἐν Γρυψίν.

Δημοσθένης κατ’ Ἀριστογείτονος. πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτής

p.251
ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου.

ὁ τόπος ἐν ᾧ πλίνθος πλάττεται· Λυσίας ἐν τῷ κατὰ Λυσιθέου.

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἑορτὴ παρ’ Ἀθηναίοις.

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πλωθειὰ δῆμος τῆς Αἰγηΐδος, ὅθεν ὁ δημότης Πλωθεύς.

Ὑπερείδης ἔν τε τῷ κατ’ Ἀθηνογένους καὶ ἐν τῷ κατ’ Αὐτοκλέους. ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. διείλεκται Ξενοφῶν περὶ τῆς κατασκευῆς αὐτῶν ἐν τῷ περὶ κυνηγετικῶν καὶ τῆς χρήσεως.

Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο, ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα, ἢ κατὰ συγκοπὴν, ὥς φησι Δίδυμος, οἷον ποδοκατοχή. Λυσίας δ’ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἐξηγεῖται τοὔνομα· φησὶ γὰρ ἡ ποδοκάκκη αὐτό ἐστιν ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι.