Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἔοικε παρασκήνια καλεῖσθαι, ὡς καὶ Θεόφραστος ἐν κ Νόμων ὑποσημαίνει, ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλότητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους.

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Πύρρου κλήρου. τοὔνομα παρὰ πολλοῖς ἐστὶν Ἀττικοῖς, ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνῃ

p.240
ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησὶν οὕτως εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμὰς μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθ’ ὑπωμοσίαν ἑκάστην.

Δείναρχος ἐν τῇ κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν τῷ λόγῳ αὐτὸ ἐξηγήσατο.

p.241

ΠΑΡΕΓΓΥΗΣΕΝ καὶ ΠΑΡΕΓΓΥΗΘΕΝΤΟΣ· Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἐπιτροπῆς ἀπολογίᾳ φησὶ τὸ μὲν παρὼν, τὸ δὲ παρ’ ἑτέρων μεταλαβεῖν παρεγγύησεν, ἀντὶ τοῦ παρέδωκεν ἐντειλάμενος ἑκατέρῳ, τῷ μὲν λαβεῖν, τῷ δὲ δοῦναι. καὶ πάλιν φησὶ τὰ μὲν ἐμοῦ διαλύσαντος, β τάλαντα καὶ λ μνᾶς, τὰ δὲ τοῦ γεωργοῦ παρεγγυηθέντος ἀντὶ τοῦ παραλαβόντος.

ἀντὶ τοῦ νικῆσαι Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

ἀντὶ τοῦ περιουσία ἢ αἰτία πλούτου οὐσία· Δημοσθένης ἐν τῷ περὶ συντάξεως καὶ Δείναρχος ἐν τῷ ὑπὲρ τῆς νεώς. καὶ Κράτης Θηρίοις ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων.