Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ’ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι μικρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων,

p.235
ἑκάτερος ἐν α Ἀτθίδος. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γ τῶν Ἀττικῶν.

Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ ε, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ.

ὄνομα γυναικός.

οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς, ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δ᾽ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους οὐδὲ μέχρι παραγραφῆς φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου.