Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ ε, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ.

ὄνομα γυναικός.

οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς, ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δ᾽ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους οὐδὲ μέχρι παραγραφῆς φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου.

Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ὅση σπουδὴ καὶ παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος·

p.236
τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ’ ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει καὶ τὰς ἰδίᾳ παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις.

ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν ὑμῶν μετ’ εὐνοίας ἀκοῦσαί μου μετ’ ὀλίγον φησὶν νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς.

Δημοσθένης Φιλιππικοῖς. μία τῶν παρ’ Ἀθηναίων πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα Παράλου. οἱ δὲ ἐπιβεβηκότες αὐτῆς ἐκαλοῦντο Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν τέτταράς τε ὀβολοὺς ἐλάμβανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμενον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς φησιν Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου. μέμνηται δὲ τοῦ Παράλου ἥρωος καὶ Φύλαρχος ἐν κα.

p.237

οὕτως ἐκαλεῖτό τι τῶν παρ’ Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ’ αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων.