Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα ἀφ’ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· ταῦτα δ’ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος

p.224
δὲ Αὐτοκλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, ὅπου τὰ καθάρσια ἔφερόν τινες, ἃ ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου.