Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ὍΤΙ οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγ τῶν Νόμων δηλοῖ.

ὍΤΙ οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν κα Νόμων.

ὍΤΙ τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος.

ὍΤΙ πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ.

ὍΤΙ παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν.

ὍΤΙ χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β εἴρηκεν. Κρώβυλος δὲ ὁ

p.229
κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλιπῶς λεγομένη· προσυπακουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας.

οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην· ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρίων καρποῦ, τρίτη δὲ ἐπὶ τούτοις ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην τὴν τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν ἐπικρατεῖν, ἀλλ’ ἐξίστασθαι ἔδει ἤδη τῶν κτημάτων τοῖς καταδικασαμένοις. ταῦτα δὲ ἔστι μὲν καὶ παρ’ ἄλλοις ῥήτορσιν, ἀκριβέστατα δὲ εἴρηται Ἰσαίῳ ἔν τε τῷ πρὸς Τιμωνίδην περὶ χωρίου καὶ ἐν τῷ πρὸς Δωρόθεον ἐξούλης. διείλεκται δὲ περὶ τῆς δίκης καὶ Θεόφραστος ἐν ιη περὶ νόμων.

Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος, ὡς δηλοῖ Ἀνδροτίων ἐν γ Ἀτθίδος.

ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ

p.230
αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον. Λυκοῦργος δ’ ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται.

Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ ε τῶν Φιλιππικῶν δηλοῖ.

ΠΑΙΑΝΙΕΙΣ καὶ ΠΑΙΟΝΙΔΑΙ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ὅτ’ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος γραπτέον εἶναί φησι Παιανέα, χωρὶς τοῦ ι. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί

p.231
φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ’ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ.

Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ’ ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις δηλοῖ καὶ Ἄρχιππος ἐν τοῖς Ἰχθύσι λέγων

p.232
αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, εἶτα δοκιμάζειν πάλιν ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίνδαρος Διθυράμβοις.

Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τριμέτροις πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ.

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ’ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου.

Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος

p.233
ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ’ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον.

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Αὐτοκλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει.

Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβωτάδαι τῆς Ἐρεχθηΐδος δῆμος.

Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος.

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Νίκανδρος ἐν ς Κολοφωνιακῶν Σόλωνά φησι σώματα

p.234
ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον.