Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια, ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων·

p.227
καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ’ ὀλίγα τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν.

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασι καὶ Φιλόχορος ἐν τῇ β. ὁ δὲ Ἴστρος ἐν τῇ ιγ περὶ Θησέως λέγων γράφει οὕτως, ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων. ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον· ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν.

ὍΤΙ νόμος ἐστὶν ὑπὲρ μ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

ὍΤΙ ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ’ ἐν τῷ κατ’ Αἰσχίνου φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν.

p.228

ὍΤΙ οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγ τῶν Νόμων δηλοῖ.

ὍΤΙ οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν κα Νόμων.

ὍΤΙ τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος.