ἑταίρα τις· Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, καὶ Ἀριστοφάνης Γηρυτάδῃ. μήποτε δὲ καὶ ἐν τῷ Πλούτῳ, ὅπου φησὶν ὁ κωμικὸς ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου, γραπτέον ἦν διὰ τοῦ ν Ναΐς.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαί φησι ταύτην τὴν ἑταίραν διὰ τὸ Θάλλον τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες καὶ Σοφοκλῆς Ποιμέσιν ἑωθινὸς γὰρ, πρίν τιν’ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίραις προσφέρων νεοσπάδα, εἶδον στρατὸν στείχοντα παρ’ ἁλίαν ἄκραν. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ περὶ τῶν ἑταιρῶν τὴν Νάννιόν φησι Προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι.
Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Σαννυρίων Γέλωτι καὶ Δίφιλος Ἐμπόρῳ.
Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς ΝΑΥΚΡΑΤΙΤΙΚΑ, ἵν’ ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ ε Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν.
Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κρατερὸς γοῦν ἐν τῷ δ τῶν Ψηφισμάτων φησὶν ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ,
Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. ὁ νεωστὶ ἑαλωκὼς οὕτως ἐλέγετο κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἰχθύων.
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου ἢ καὶ τοὺς τελουμένους διαζωννύντος νεβρίσιν, οἱ δὲ ἐπὶ τοῦ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. ἔστι δὲ ὁ νεβρισμὸς καὶ παρὰ Ἀριγνώτῃ ἐν τῷ περὶ τῶν τελετῶν.