Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης Φιλιππικοῖς. λέγοι ἂν τὴν ἐν Θρᾴκῃ, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. Δημήτριος δ’ ὁ Μάγνης ἐν ταῖς Συνωνύμοις πόλεσι τέσσαρας εἶναί φησι Μεθώνας.

ΜΕΙΟΝ καὶ ΜΕΙΑΓΩΓΟΣ· Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα παρέ- στησε μεῖον. θῦμά ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. Ἐρατοσθένης δ’ ἐν τοῖς περὶ κωμῳδίας φησὶν οὕτως νόμου ὄντος μὴ μεῖον εἰσάγειν ὡρισμένου τινὸς, ἐπισκώπτοντες μετὰ παιδιᾶς πάντα τὸν εἰσάγοντα μεῖον ἔφασαν εἰσάγειν,

p.201
ὅθεν τὸ μὲν ἱερεῖον μεῖον προσηγορεύθη, μειαγωγὸς δὲ ὁ εἰσά- γων. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν οἱ φράτορές φησιν, ἵνα μείζονας νέμωνται μερίδας, ἐφώνουν ἑστῶτες ἱστάνειν δεῖν, μεῖον γάρ ἐστι. περὶ δὲ τοῦ μειαγωγοῦ Εὔπολις ἐν Δήμοις τοιγαροῦν στρατηγὸς οὐδεὶς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ̓, ὥσπερ μειαγωγὸς ἑστιῶν ʽ??ʼ-ʽ??ʼ- -ʽ??ʼ- τῆς τοῦδε νίκης πλείον̓ ἑλκύσαι σταθμόν.

ΜΕΙΑΓΩΓΗΣΑΙ δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον, ὡς Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς.

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δ’ ἐν α Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει.

Δημοσθένης κατ’ Ἀνδροτίωνος. ὄνομα κύριον, κηδεστὴς Διοφάντου τοῦ ῥήτορος.

Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ κνήμη με-

p.202
λίνηςκαὶ Ἡρόδοτος σπείροντες μελίνην. Ξενοφῶν Ἀναβάσεως α καὶ σίτου καὶ μελίνης, ἐν δὲ τῷ αὐτῷ πολὺν δὲ σήσαμον καὶ μέλινον καὶ ἐν ς καὶ ὄσπρια πάντα καὶ μελίνους. ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ζ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, κέγχρον ἢ μελίνην ἢ ἔλυμον.

Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμός ἐστι τῆς Κεκροπίδος· κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος.

Δημοσθένης κατὰ Λακρίτου. μία πόλις ἐστὶ τῶν ἐν Παλλήνῃ Μένδη, ὑπὸ Ἐρετριέων ᾠκισμένη.

Δημοσθένης Φιλιππικοῖς. ἀδελφὸς Φιλίππου ὁμοπάτριος.

p.203

τὸ ὁμολογηθὲν ἀργύριον παρ’ ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως. καὶ ΜΕΣΕΓΓΥΗΣΑΣΘΑΙ τὸ ποιῆσαι τοῦτο λέγεται, ὡς ὑποσημαίνει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν.

Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φερεκράτους Μεταλλεῖς, ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθένης ἐν ζ περὶ τῆς ἀρχαίας κωμῳδίας.

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γ.

Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβ, ὅπερ ὠνόμαστο μετοίκιον,

p.204
ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ’ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ς, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ’ ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ’ ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβ δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι.