Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν.

Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φερεκράτους Μεταλλεῖς, ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθένης ἐν ζ περὶ τῆς ἀρχαίας κωμῳδίας.

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γ.

Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβ, ὅπερ ὠνόμαστο μετοίκιον,

p.204
ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ’ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ς, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ’ ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ’ ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβ δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι.

ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνὸν Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.

ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν

p.205
εἰς Πειραιᾶ, ε δ’ εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ.

Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι.

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα.

Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. ἔστι δὲ εἷς τῶν λ τῶν παρ’ Ἀθηναίοις τυραννησάντων.

Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου.