Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ Μαντινέας διῴκισαν, καὶ Ἔφορος ἐν τῇ κ φησὶν ὅτι εἰς ε κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακεδαιμόνιοι.

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπωνυμίαν δὲ Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. καὶ Μαρσύας ἐν ε τῶν περὶ Ἀλεξάνδρου ἱστορεῖ λέγων Μαργίτην ὑπὸ Δημοσθένους καλεῖσθαι τὸν Ἀλέξανδρον. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτω διὰ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην, ὅπερ ποίημα Καλλίμαχος θαυμάζειν ἔοικεν.

Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ. τόπος ἐστὶ τῆς Ἀττικῆς. ἔστι μέντοι καὶ πόλις ἐν Θρᾴκῃ Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύουσι

p.199
δὲ αὐτῆς Δημοσθένης τε ἐν τῷ πρὸς Πολυκλέα καὶ Ἔφορος ἐν τῇ δ.

Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ.

ἐν η Φιλιππικῶν Δημοσθένης τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν; μήποτε γραπτέον Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ μνήμης τυχοῦσαν.

Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ.

Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι

p.200
δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα.

ὄνομα κύριον.

Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μη, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τοῖς ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου.