Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες.

τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν.

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία

p.189
ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ’ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ’ ἀρχὴν τῆς Λυσιστράτης.

Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ’ αὐλοτρύπην αὐτόν.

ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν α τῆς Πολιτείας.

Λυσίας ἐν τῷ κατ’ Εὐφήμου. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος, Παναθηναίοις καὶ Ἡφαιστίοις καὶ Προμηθείοις,

p.190
ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δ’ ἐν α τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θέοντες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.

Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ’ εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω.