Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν α.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ὑπερίδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ
p.185
νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου τὸ μὲν γὰρ ἐξ ἀρχῆς, ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ. εἷς τῶν ι πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων ἦν οὗτος· ἑκάτερος γοῦν τῶν ῥητόρων ἐν τῷ περὶ τῆς πρεσβείας πολλάκις αὐτοῦ μνημονεύει. ἕτερος δ’ ἂν εἴη τις ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ’ οὗ λόγος ἐστὶ τῷ Αἰσχίνῃ ὁ κατὰ Κτησιφῶντος.
Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου. Κυδαθήναιον δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης Κυδαθηναιεύς.