Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ κἄπειτ’ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν
p.173
κεγχρεῶνα ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων. Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν οἱ Κεῖοι μὲν πόλις τοσαύτη. Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοἰ Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν οἵα πόλις τάλαινα διαλυμαίνεται.
Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐκ δημοτῶν ἐφέσει. ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος εἴρηκε Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.