Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ἐν η Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θρᾴκης, ὥς φησι Θεόπομπός τε ἐν μζ καὶ Ἀναξιμένης ἐν η Φιλιππικῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρύσθαι πρὸς τῷ Τάξῳ ποταμῷ κατὰ μέσον τῆς Θρᾴκης.

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. ἀγγεῖόν τι εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ οὕτως ἔλεγον. Φρύνιχος Μούσαις ἰδοὺ, δέχου τὴν ψῆφον. ὁ καδίσκος δέ σοι ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί.

Ἰσοκράτης Πανηγυρικῷ. τῆς Καδμείας καὶ οἱ ἄλλοι ῥήτορες πολλάκις μνημονεύουσι, λέγεται δὲ οὕτως ἡ τῶν Θηβαίων ἀκρόπολις, ὡς παρὰ πᾶσι σχεδὸν τοῖς ἱστορικοῖς ὡμολόγηται.

Αἰσχίνης κατὰ Τιμάρχου. ἔθος ἦν Ἀθήνησι καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα καὶ ὅλως τὰς τοῦ δήμου συνόδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια. τοῦτο δ’ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, οἵπερ ὠνομάσθησαν οὕτως ἤτοι ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας.

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἀνελὼν ἢ ἀποκτείνας. ἐχρήσαντο δὲ οὕτω

p.166
τῷ ὀνόματι καὶ ἄλλοι, ὡς καὶ Στησίχορος ἐν Ἰλιοπέρσιδι καὶ Σοφοκλῆς ἐν Εὐμήλῳ.

Δημοσθένης ἐν ι Φιλιππικῶν φησὶν ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ̓ ἑαυτὸν ποιεῖν ἀντὶ τοῦ τὰ ἥκοντα ἐφ’ ἑαυτόν.

ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος. διείλεκται περὶ τοῦ καθέτου Μελίτων ἐν α περὶ τῶν Ἀθήνησι γενῶν.

ΚΑΙ γὰρ ΤΟ ΜΗΔΕΝΑ ΤΩΝ ΜΑΧΙΜΩΝ ΑΝΕΥ ΤΗΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ

Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν.

Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ α.

δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ

p.167
κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου.

ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.

δίκης ὄνομά ἐστι ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι, καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐπεξιοῦσι διδομένη· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ %2 %2 %2 καὶ Ὑπερείδης περὶ τοῦ Πυρράνδρου κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. ἦν δὲ καὶ ἄνευ ὕδατος.

p.168

Δημοσθένης ἐν τῇ περὶ τῆς ἑαυτοῦ καθόδου ἐπιστολῇ. νῆσός ἐστι πλησίον Τροιζῆνος, ὡς Ἑκαταῖος ἐν περιόδῳ τῆς γῆς ἔφη. ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη ἡ Καλαύρεια, καθά φησιν Ἀντικλείδης.

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν β Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ’ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.

Λυσίας ἐν τῇ περὶ τοῦ κυνὸς ἀπολογίᾳ, εἰ γνήσιος, ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι· Φερεκράτης Αὐτομόλοις ὁπόταν σχολάζῃς, νίψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα καλοῦσιν. ἔστι δὲ καὶ κύριον ὄνομα, οὗ μνημονεύει Ἰσοκράτης Τραπεζιτικῷ· εἴη δ’ ἂν οὗτος ὁ Ἀθηναίων στρατηγὸς ὁ πεμφθεὶς περιπλεῦσαι Πελοπόννησον. περὶ δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ τοῦ

p.169
Ξενοκλέους υἱοῦ Λυσίας ἐν τῷ πρὸς Μνησίμαχόν φησι συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπὼν ʽοὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ʽὀρθῶς παγείσας -ʽ??ʼ-ʽ??ʼ- φρένας ʽοὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν.ʼ

Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται.

Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας.

Δημοσθένης ἐν θ Φιλιππικῷ ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ διὰ τὸ ἐν ἀποδεδειγμένῳ προσιέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων.

ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ.