Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ α.
δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ
p.167
κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.