Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου ἀπεγράψατο μὲν τίμημα μικρὸν ὡς ἱππάδα τελῶν. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγ̔??ʼτας καὶ θῆτας. τῶν οὖν ἱππέων αἱ ἱππάδες.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν α Εὐρώπης τὴν ἱππίαν Ἀθηνᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ
p.162
Κορύφης τῆς Ὠκεανοῦ, ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο ἱππίαν κεκλῆσθαι. Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον ἀγοράν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην Ἱπποδάμειαν ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ.
ἼΣΑ ΒΑΙΝΩΝ ΠΥΘΟΚΛΕΙ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στεφάνου α φησὶν Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε. Μένανδρος παρ’ αὐτὸν ἴσα βαίνουσ̓ ἑταίρα πολυτελής.