Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἀντὶ τοῦ κρίσις Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος.

p.81

τὸ κατὰ γῆς ὄρυγμα· Δείναρχος, Αἰσχίνης. ἔστι καὶ παρ’ Ἡροδότῳ ἐν γ.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ γραμματεὺς πῶς τε καθίστατο καὶ τί ἔπραττεν, ὡς τῶν γραμμάτων τ’ ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γενόμενα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ἀντὶ τοῦ ζωγράφος Δημοσθένης κατὰ Μειδίου. καὶ

ΓΡΑΦΕΙΝ δὲ τὸ ζωγραφεῖν ἔλεγον.

δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίσματος ἢ νόμου κατηγορῇ τις, παρανόμων γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς ἀδικήμασιν, ὅταν ἢ δημοσίᾳ ἢ ὡς ἐπὶ δημοσίοις αὐτοῖς ἐγκαλῇ τις. πολὺ δὲ τοὔνομα παρὰ τοῖς ῥήτορσι. Δημοσθένης κατὰ Κόνωνος.

p.82

Ἀντιφῶν Ἀληθείας β καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος ἐν β Ἀτθίδος εἰπὼν σεισμὸν γεγονέναι φησὶ καὶ ἔγρυπεν ἡ γῆ. Διονύσιος μὲν οὖν ὁ τοῦ Τρύφωνος ἐν δ Ὀνομάτων γρυπαίνειν ἐστὶ φησὶ τὸ γρυποῦσθαι, οἷον τὰ ἁπαλὰ ξυλήφια ὅταν κάμψαντες ἀφῶμεν. μήποτε δ᾽ ἐμφαίνουσιν οἱ συγγραφεῖς ὡς γινομένης κατὰ τοὺς σεισμοὺς γρυπότητός τινος περὶ τὴν γῆν.

Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα περὶ οἰκίας. Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. ἐτελεύτησε δὲ οὗτος ἐν Μαντινείᾳ μαχόμενος.

σκεῦος στρατιωτικὸν πλεκτὸν, εἰς ὃ ἐνετίθετο τὰ ἐπιτήδεια, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Εἰρήνῃ.

ὄνομα κύριον, Λακεδαιμόνιος.

ὄνομα κύριον.

p.83

Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. ἔστι δὲ κάμψαντι τοῦ τείχους, ὦ βουλὴ, γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Ἀριστοφάνης Βατράχοις λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς.

ὄνομα κύριον.

ὄνομα κύριον, διδάσκαλος Περικλέους.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.

Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους ἑνὸς τῶν λ. εἰσὶ

p.84
μὲν χρυσοῖ στατῆρες οἱ Δαρεικοὶ, ἠδύνατο δὲ ὁ εἷς ταὐτὸ ὅπερ καὶ ὁ χρυσοῦς παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος. ἐκλήθησαν δὲ Δαρεικοὶ οὐχ ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαιοτέρου βασιλέως. λέγουσι δέ τινες δύνασθαι τὸν Δαρεικὸν ἀργυρᾶς δραχμὰς κ, ὡς τοὺς ε Δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου.

τὸ μερίζεσθαι, οἱ δὲ ΔΑΤΗΤΑΙ οἱονεὶ μερισταί. τὸ δὲ ΕΙΣ ΔΑΤΗΤΩΝ ΑΙΡΕΣΙΝ εἰδός τι δίκης ἐστίν· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις, καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινὰ, οἱ δὲ μὴ, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προκαλούμενοι εἰς δατητῶν αἵρεσιν· Λυσίας ἐν τῷ πρὸς Ἀλεξίδημον, εἰ γνήσιος, καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δ· ἅπαξ δ’ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι

p.85
ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ ε.

ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ.