Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. διῃρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαὶ, ἑκάστη δὲ φυλὴ τριχῇ διῄρητο, καὶ ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φρατρία. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη διῄρητο εἰς γένη λ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἰσαῖος δ’ ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου τοὺς συγγενεῖς γεννήτας ὠνόμασεν· οὐχ οἱ συγγενεῖς μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ

p.79
τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλ’ οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα γένη κατανεμηθέντες. Φιλόχορος δ’ ἐν τῇ δ φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι οὓς νῦν γεννήτας καλοῦσιν.

αἱ τῷ Διονύσῳ ἱερωμέναι γυναῖκες· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.

Λυσίας ἐπιταφίῳ. ἔστι δὲ ὄρος Μεγαρίδος, ὡς Διευχίδας.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος τούς τε ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρα ἐνεπίμπρασαν. Περσικὰ μέν τινα ὅπλα τὰ γέρρα ἐστὶ, καθὰ καὶ Ἡρόδοτός φησιν· ἤδη δὲ καταχρηστικῶς καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴη εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. νῦν γοῦν τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα ἐμπίπρασθαί φησιν ὁ Δημοσθένης ὑπὲρ τοῦ μὴ συνεστάναι περὶ τὰ ὤνια ἐπὶ τῆς ἀγορᾶς μηδὲ πρὸς ἄλλοις τισὶ τὰς διατριβὰς ἔχειν. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶν οὕτω· τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσσκους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ, πρὶν τοὺς ξένους εἰσιέναι καὶ τὰ γέρρα ἀναιρεῖν. ἤτοι οὖν ταὐτόν ἐστι τῷ ὑπὲρ Κτησιφῶντος, ἢ τοιοῦτό τι ὑποληπτέον ὡς παρὰ τοῖς ἐκκλησιάζουσι πολίταις ἡ ψῆφος ὑπὸ τῶν πρυτάνεων ἐδίδοτο πρὶν εἰσιέναι τοὺς ξένους καὶ πρὶν ἀναιρεθῆναι τὰ περιφράγματα,

p.80
τουτέστι πρὶν ἀναπετασθῆναι τὴν ἐκκλησίαν παντὶ τῷ εἰπεῖν βουλομένῳ.

χωρίον ἐν ᾧ γῆς μέταλλον. περὶ δὲ τοῦ ἐν Σάμῳ γεωφανίου ὃν τρόπον ἐξευρέθη Ἔφορος δεδήλωκεν ἐν τῇ θ.

Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν ε Νόμων φησὶν ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.

ὄνομα κύριον, τὸ γένος Καρύστιος.

ἑταίρα τις.

ἀντὶ τοῦ κρίσις Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος.

p.81

τὸ κατὰ γῆς ὄρυγμα· Δείναρχος, Αἰσχίνης. ἔστι καὶ παρ’ Ἡροδότῳ ἐν γ.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ γραμματεὺς πῶς τε καθίστατο καὶ τί ἔπραττεν, ὡς τῶν γραμμάτων τ’ ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γενόμενα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ἀντὶ τοῦ ζωγράφος Δημοσθένης κατὰ Μειδίου. καὶ

ΓΡΑΦΕΙΝ δὲ τὸ ζωγραφεῖν ἔλεγον.

δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίσματος ἢ νόμου κατηγορῇ τις, παρανόμων γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς ἀδικήμασιν, ὅταν ἢ δημοσίᾳ ἢ ὡς ἐπὶ δημοσίοις αὐτοῖς ἐγκαλῇ τις. πολὺ δὲ τοὔνομα παρὰ τοῖς ῥήτορσι. Δημοσθένης κατὰ Κόνωνος.

p.82

Ἀντιφῶν Ἀληθείας β καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος ἐν β Ἀτθίδος εἰπὼν σεισμὸν γεγονέναι φησὶ καὶ ἔγρυπεν ἡ γῆ. Διονύσιος μὲν οὖν ὁ τοῦ Τρύφωνος ἐν δ Ὀνομάτων γρυπαίνειν ἐστὶ φησὶ τὸ γρυποῦσθαι, οἷον τὰ ἁπαλὰ ξυλήφια ὅταν κάμψαντες ἀφῶμεν. μήποτε δ᾽ ἐμφαίνουσιν οἱ συγγραφεῖς ὡς γινομένης κατὰ τοὺς σεισμοὺς γρυπότητός τινος περὶ τὴν γῆν.

Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα περὶ οἰκίας. Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. ἐτελεύτησε δὲ οὗτος ἐν Μαντινείᾳ μαχόμενος.

σκεῦος στρατιωτικὸν πλεκτὸν, εἰς ὃ ἐνετίθετο τὰ ἐπιτήδεια, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Εἰρήνῃ.

ὄνομα κύριον, Λακεδαιμόνιος.

ὄνομα κύριον.

p.83

Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. ἔστι δὲ κάμψαντι τοῦ τείχους, ὦ βουλὴ, γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Ἀριστοφάνης Βατράχοις λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς.