Αἰσχίνης κατὰ Τιμάρχου καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δ᾽ ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
p.302
ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ’ ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ. Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής.
Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η τῶν Συγγενειῶν· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α Ἀτθίδος.
Ἀντιφῶν Ἀληθείας β. ὅτι καὶ ἐπ’ ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ.
Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες,
p.303
καὶ ΦΡΑΤΡΙΖΕΙΝ τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· ΦΡΑΤΡΙΑΡΧΟΣ δ’ ἐστὶν ὁ τῆς φρατρίας ἄρχων.