Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ὄνομα κύριον· Αἰσχίνης.

Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν. πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών.

Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παρ’ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους.

p.307

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος.

Λυσίας. δῆμος τῆς Λεοντίδος.

δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανειστὰς, ὡς παρ’ Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ’ οὐδέν.

ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ.

Δείναρχος ἐν τῷ κατὰ Πυθέου πάλιν γὰρ Αἰσχίνου

p.308
ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμανθανεν, ἀλλ’ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν ε Πολιτείας λέγων τί δέ; ἦ δ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ’ οὐ λόγων ἀκουσομένους; ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ’ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς. ἄπρακτοι δ’ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου χρυσοχοήσειν, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν
p.309
ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτἴ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.

Λυσίας ἐν τῷ κατ’ Αἰσχίνου περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς. πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν.

ὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ, ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ. Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα μνημονεύουσι τοῦ ὀνόματος.

ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ ἐγγεγραμμένοι

p.310
ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνταί τινας ψευδῶς κατεσκευάσθαι κλητῆρας καθ’ ἑαυτῶν πρὸς τὴν δίκην ἀφ’ ἧς ὦφλον. ἔστι δὲ παρά τε ἄλλοις ῥήτορσι καὶ Ἰσαίῳ ἐν τῷ πρὸς Νικοκλέα περὶ χωρίου.

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἦν τις Ἀθήνησιν Ἑρμῆς οὕτω καλούμενος. ἐτιμᾶτο δ᾽ Ἀθήνησι καὶ ψίθυρος Ἀφροδίτη καὶ Ἔρως ψίθυρος.