Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

τὸ μεθ’ ὅρκου πρᾶξίν τινα ἀπαρνήσασθαι διὰ νόσον ἤ τινα ἑτέραν πρόφασιν, ὡς δῆλον ποιεῖ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας.

σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ’ αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά

p.119
τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας.

ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται, τουτέστιν αἱρεῖται· ἄλλοι δὲ τοὐναντίον ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ αὐθαίρετος. Λυσίας ἐν τῷ πρὸς Χαιρέστρατον καὶ Ἰσοκράτης Ἀπολλωνιάτης ἐν ταῖς πρὸς Δημόνικον παραινέσεσιν. ἔστι δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος καὶ κατώμοτος καὶ ὁ καλούμενος ἐπακτός. εἶναι δὲ τοῦτον οὐχ ἁπλοῦν· δεῖν γὰρ τὸν προτεινόμενον ὑπὸ τοῦ ὁρκίζοντος αὐτοῖς ὀνόμασιν ἀντιφωνεῖν τὸν ὁρκιζόμενον.

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. εἶδος δ’ ἐστὶ πλοίου σύνθετον ἔχον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικὸν, ὡς καὶ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου δοκιμασίᾳ.

ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀληθείας α.

τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει.

ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ’ ἄλλου σημαινομένου φησὶν

p.120
ἢ κέρδεσιν δι’ ἀπορίαν ἐπαιρομένους. Ἀριστοφάνης Νεφέλαις εἴθ’ ὤφελ’ ἡ προμνήστρἰ ἀπολέσθαι κακῶς, ἥτις με γῆμ’ ἐπῆρε τὴν σὴν μητέρα.

ἘΠΕΔΙΚΑΣΕ καὶ ΕΠΕΔΙΚΑΣΑΝΤΟ· Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασέν ἐστιν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικάσαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. ἘΠΕΝΕΓΚΕΙΝ ΔΟΡΥ ΕΠΙ ΤΗΙ ΕΚΦΟΡΑΙ ΚΑΙ ΠΡΟΑΓΟΡΕΥΕΙΝ ΕΠΙ ΥΩΙ