Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος
p.140
καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θ τῶν Νόμων. Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος.
Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. εὔθυνοι ὄνομα ἀρχῆς παρ’ Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἦσαν ἄνδρες, παρ’ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοικήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας. διείλεκται περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.