Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ὦ γύναι, λίαν σπαθᾷς.

ὁ τράπεζάν τισι παρατιθείς· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. εἱστίων τὰς φυλὰς οἱ μὲν ἐθελονταὶ, οἱ δὲ κληρωτοὶ, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ κατὰ Μειδίου.

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς

p.138
περὶ βωμῶν ἐχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν.

Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θάλασσα.