Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι

p.129
Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ.

τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα· Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. ταῦτα δὲ ἐνίοτε ἐκάλουν καὶ σιτίον.

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ ἐν τῷ κατὰ Λαισποδίου. ἐοίκασιν ἐκπέμπεσθαί τινες ὑπὸ Ἀθηναίων εἰς τὰς ὑπηκόους πόλεις ἐπισκεπτόμενοι τὰ παῤ ἑκάστοις. Θεόφραστος γοῦν ἐν α τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φησὶν οὕτω πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν,ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, ὡς Ἀθηναῖοι.

Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ’ ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν.