Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ’ ἐν β φησὶν οὕτως· ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον. ὁμοίως καὶ Στάφυλος ἐν α τῶν περὶ Ἀθηνῶν.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
ἡ ζημία. πολὺ τοὔνομα παρ’ αὐτοῖς, ὡς καὶ παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Νικομάχου, εἰ γνήσιος ὁ λόγος.
ἀντὶ τοῦ ἐπισκόπους Λυσίας ἐν τῷ περὶ τοῦ σηκοῦ.
τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ὁπόσον ὀφείλουσιν εἰσφέρειν εἰς τὸ δημόσιον· Λυσίας ἐν τῷ περὶ τῆς εἰσφορᾶς.
Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην ἀποστασίου, εἰ γνήσιος. τὰ πρυμνήσια ἐπίγυια ἔλεγον. κέχρηνται τῷ ὀνόματι καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί· Ἀριστοφάνης Ὁλκάσιν.
τὸ δέκατον Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. καὶ
ΕΠΙΠΕΜΠΤΟΝ εἰώθασι λέγειν τὸ πέμπτον, ὡς καὶ Εὔπολις Αὐτολύκῳ.
δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.
Λυσίας ἐν τῷ πρὸς Θεοπείθη ἐπιτροπῆς ἐπιλόγῳ.
Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δ.
Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ις ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδ ἔστιν. ἀλλ’ οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη β, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν.
ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΙΤΙΣ·
Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ φησὶ τὸ ἐπὶ Θρασύλλῳ. Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρασύλλου μνήματι.
Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ’ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ’ ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ἐπέθηκεν ἐπιστολήν ἀντὶ τοῦ
Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὑφ’ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα, καθάπερ Ξέρξῃ ἐπεκήρυξαν οἱ Ἕλληνες, εἴ τις ἢ ζῶντα ἢ νεκρὸν κατάγοι Ἀθήναζε, δώσειν ρ τάλαντα.
τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν· Δημοσθένης Φιλιππικῶν ε.
Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἄλλοι μὲν ἄλλως ἀπέδοσαν, βέλτιον δὲ ὑπολαμβάνειν ἐπὶ κόρρης λέγεσθαι τὸ ἐπὶ τῆς γνάθου, ὃ λέγομεν ἐν τῷ βίῳ ῥάπισμα. Ὑπερείδης γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ Δωροθέου, προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα λέγων ἔπειτα Ἱππόνικος ὑπ’ Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον, ἐγὼ δ’ ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον.
Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος,
Αἰσχίνης κατὰ Κτησιφῶντος οὔτε λαχὼν οὔτ’ ἐπιλαχὼν, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. ἔοικε τὸ γιγνόμενον τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν’ ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ.