Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἘΠΕΔΙΚΑΣΕ καὶ ΕΠΕΔΙΚΑΣΑΝΤΟ· Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασέν ἐστιν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικάσαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. ἘΠΕΝΕΓΚΕΙΝ ΔΟΡΥ ΕΠΙ ΤΗΙ ΕΚΦΟΡΑΙ ΚΑΙ ΠΡΟΑΓΟΡΕΥΕΙΝ ΕΠΙ ΥΩΙ

Δημοσθένης κατ’ Εὐέργου καὶ Μνησιβούλου ταῦτά φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δ’ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτί· τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.

ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. λέγεται δὲ ἐνίοτε κατὰ τὸ σπάνιον καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. τῷ δὲ ἐνεργητικῷ τῷ ΕΠΕΣΚΗΨΕΝ ἀντὶ τοῦ ἐνετείλατο Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ

p.121
οἷον ἐξορκίζω Ἀνδοκίδης τε ἐν τῷ περὶ τῶν μυστηρίων καὶ Λυσίας ἐν τῷ ὑπὲρ Κτησιάρχου εἰρήκασιν.

Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας, ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ’ ἐξεκολύμβησ̓ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον.